no image
DDbDP-text
Claim of a Creditor via HGV-meta
Linked by Trismegistos ID
TM 20557.
Each record below describes this same artifact or text from a different angle.
αυησα δαπανησασατουειου ὡμολόγηκεν τὴν Ζηνά ριον ἀποδώσειν μετʼ ἔτη πέντε τῇ τοῦ Ἥρωνος μητρὶ Φιλουμένῃ Ἥρωνος ἃς ἐδάνεισεν ἡ Φιλουμένη ἐμοί τε καὶ τῇ μητρί μου Θαήσι κατὰ συνγραφὴν τελειωθεῖσαν διὰ τοῦ ἐν τῇ Ὀξυρύγχων πόλει μνημονίου τῷ ἐνάτῳ ἔτει θεοῦ Οὐεσπασιανοῦ Φαρμοῦθι ἀργυρίου δραχμὰς δισχι λίαςδισχειλίας κεφαλαίου καὶ τοὺς τούτων ἐξ ἀρχῆς μέχρι τῆς ἀποδόσεως τόκους, καὶ παρέξεσθαι ἐμέ τε καὶ τὴν μη τέρα μου Θαῆσιν ἀπαρενοχλήτους καὶ ἀνεισπράκτους κατὰ πάντα τρόπον, ἢ ἐκτείσειν ὃ ἐὰν πραχθῶμεν ἢ βλα βῶμεν τούτων χάριν σὺν ἡμιολίᾳ ἐφʼ οἷς ἄλλοις ἡ ἀσφάλεια περιέχει. τῆς δὲ Φιλουμένης παρʼ ἕκαστα διοχλούσης με προελθεῖν ἠνάγκασμαι, καὶ ἀξιῶ συντάξαι γράψαι τῷ τοῦ Ὀξυρυγχείτου ξενικῶν πράκτορι μεταδοῦναι τῇ τε Ζηναρίῳ καὶ τῷ Ἥρωνι τοῦδε τοῦ ὑπομνήματος ἀντίγραφον ὅπως παρέχωνται ἡμᾶς ἀπερισπάστους καὶ ἀπαρενοχλήτους ὑπὲρ τῆς προκειμένης ὀφειλῆς καὶ ἀποδῶσινἀποδῶσεινἀποδώσειν ταῦτα, ἢ εἰδῶσι ἐάν τι εἰςἰς ταύτην πραχθῶ ἐσομένην μοι τὴν πρᾶξιν παρά τε αὐτῶν καὶ ἐξ ὧν ἐὰν εὑρίσκω αὐτῶν ἐπὶ τῶν τόπων ὑπαρχόντων καὶ σιτικῶνσειτικῶν ἐδαφῶν καὶ ἑτέρων. τῶν μὲν γὰρ ἄλλων τῶν κατʼ ἐμαυτὴν καὶ ὧν ἑτέρων ἔχω πρὸς αὐτοὺς καὶ τῶν ὑπόντων μοι δικαίων πάντων ἀντέχομαι καὶ ἀν θέξομαι ἐν οὐδενὶ ἐλαττουμένη. πρὸς δὲ τὴν τοῦ χρη ματισμοῦ τελείωσιν διαπέσταλμαι Ἡρακλείδην Ἡρα κλείδου. ὡς ἐτῶν λ. ὡς καθήκει. ἔτους πρώτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ μηνὸς Γερμανικείου κβ. τοῦ ὈξυρυγχίτουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.