no image
DDbDP-text
Account of Repairs to a Temple via HGV-meta
Linked by Trismegistos ID
TM 17206.
Each record below describes this same artifact or text from a different angle.
[r,1]
γ
α
λαξῷ λαξεύοντι λίθους. εἰς τὰς γωνίας ἐπάνω τοῦ
θεμελίου δραχμαὶ ϛ
[…]ς ὑπουργοῦσιν ὑπὲρ καθαιρέσεως προπύλωνος διαπαλαιωθέντος δραχμαὶ κη
οἰκοδόμῳ ἐπισκευάσαντι τὸν ἔσω πυλῶνα δραχμαὶ ϛ
λατόμῳ τομήσαντι λίθους ρ εἰς τὰς γωνίας τῆς
στοίας […]τοῦ πυλώματος δραχμαὶ ι ὀβολοὶ γ
[…]π…[…]ον τὸν προπύλωνα τοῦ μεγάλου χωρήματος δραχμαὶ μα
τῷ …[…]σαντι[…]τος τοῦ ἔσω πυλῶνος δραχμαὶ ιβ
γίνονται μισθοῦ λαξοῦ δραχμαὶ σι ὀβολοὶ 2
ἄλλοις ὑπὲρ συνλογῆς γύψου ἀπὸ Βουσείρεως εἰς
τὸν προπύλωνα καὶ ἄλλα δραχμὴ α τετρώβολον
φορέτρου ὄνοις ε …[…]…ι ἐνέγκασι τὴν γύψον ἀπὸ ὅρμου
Βουσείρεως μέχρι τῆς πόλεως δραχμ …
τιμῆς χάλικος σὺν φορέτρῳ ἀπὸ τοῦ ὅρμου μέχρι
τῆς καμίνου δραχμ […]
τιμῆς ἀχύρου σὺν φορέτρῳ ἀγορασθέντος ἐν καιρῷ ἀναβάσεως ἐν πεδίῳ Τοσμ…κελι ἀχύρου ἐπὶ τῶν
ἁλώνων σαργάνας θ εἰς καῦσιν καμίνου χάλικος καὶ γύψου δραχμαὶ θ
καμινοκαύστῃ ὑπὲρ στορέσεως καὶ καύσεως καὶ
καθαιρέσεως καμίνου γύψου καὶ χάλικος δραχμαὶ ϛ
καταφορᾶς τοῦ ὠπτημένου χάλικος ἀπὸ τῆς καμίνου μέχρι τοῦ ἔργου […]
κονιάτῃ ἑψοῦντι γύψον καὶ κόπτοντι καὶ σήθοντι δραχμαὶ β
ναύλου πλοίου ἐνέγκαντος ἄμμον ἀπὸ[…]…[…]…ς εἰς
μεῖξιν κονίας δραχμαὶ β
φορέτρου τῆς ἄμμου ἀπὸ τοῦ ὅρμου μέχρι τοῦ ἔργου δραχμὴ α
κονιακόποις ϛ κόπτουσι κονίαν ἐκ δραχμῆς α δραχμαὶ ϛ …
ἄλλοις β κοσκινεύουσι τὴν ἄμμον καὶ καταμίσγουσι τῇ κονίᾳ δραχμαὶ β διώβολον
ἄλλοις β ὕδωρ τῆι ἄμμωι καὶ τῆι ἡμμένῃ γύψωι καὶ τῶι
ὠπτημένῳ χάλικι ἐκ δραχμῆς α ὀβολοῦ 3 δραχμαὶ β …
κονιάταις ὑπὲρ κονιατικῶν πλασμάτων δραχμαὶ ιϛ
τιμῆς ξύλου ἐρικίνου ἀγορασθέντος ἐκ τοῦ δημοσίου
τῷ θ Φαρμοῦθι εἰς χρείαν τοῦ ἔργου τῶν θυρῶν τοῦ
Ἰσιδείου λεγομένου Φιμίου σὺν προστάσιν αὐτοῦ δραχμαὶ ν
τιμῆς ἄλλων ξύλων λεπτῶν ἐρικίνων […]…εσμ
τοῦ προδόμου τοῦ ἐργαστηρίου ἀγορασθέντων παρὰ Λούπου τέκτονος δραχμαὶ η διώβολον
[… ? lines lost …]
[r,2]
[… ? lines lost …]
[…]ντω[…]
ὡς το[…]
καλυ…[…]
τιμῆς …[…]
πηχ…[…]
τιμῆς […]
τιμῆς ἄλλ[…]
τιμῆς[…]
ὁμοίως[…]
γίνεται τιμῆς ξύλων […]δραχμ[…]
δαπάνης τῶν αὐτῶν ξύλων
ναύλου πλοίουἐνέγκαντος αὐτὰ ἀπὸ Νικοπόλεως […]δραχμ[…]
φορέτρου τετραπόδων […] μέχρι τοῦ πλοίου[…]δραχμ[…]
φορέτρου δούρων ξενικῶν οθ …[…]ι με…[…]ω […]δραχμ[…]
φορέτρου δουλοδόκης …[…]……[…]… δραχμαὶ ϛ
μισθοῦ ἁμαξῶν η ἐνεγκασῶν αὐτὰ ἀπὸ τοῦ
ὅρμου μέχρι τοῦ ἔργου δραχμαὶ ιϛ
τέλους εἰσαγωγίου τῶν αὐτῶν ξύλωνἀναλημφθέντων δραχμαὶ μ
ἐργάταις γ ἐκχοίζουσι ἐν τῷ Ἰσείῳ ἐκτὸς τοῦ
ἀγορασθὲντος ξύλου ἕως εἰς τὸν τόπον δραχμαὶ γ τριώβολον
μισθοῦ ἁμαξῶν β ἐνεγκασῶν τὰ ξύλα ἀπὸ τοῦ Ἰσείου δραχμαὶ δ
ἄλλης ἁμάξης α εἰς τὸ τὰ λεπτὰ τῶν ξύλων ἀπὸ τοῦ Ἰσείου δραχμαὶ β
γίνεται δαπάνης ξύλων δραχμαὶ ρκδ χαλκοῖ 2
τιμῆς κόλλης τεκτονικῆς εἰς θύρανπροπύλωνος
μνῶν γ δ δραχμαὶ ιθ τετρώβολον
τιμῆς ἄλλης κόλλης τεκτονικῆς εἰς θύραν ταμιείου
καὶ πέσσου μνᾶς α δραχμαὶ ϛ
τιμῆς νευρῶν ὁμοίως εἰς τὴν θύραν προπύλωνος δραχμαὶ δ
γίνονται τιμῆς κόλλης καὶ νευρῶν δραχμαὶ κθ τετρώβολον
[v]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.