no image
DDbDP-text
Selection of Boys (ἐπίκρισις) via HGV-meta
Linked by Trismegistos ID
TM 20614.
Each record below describes this same artifact or text from a different angle.
Ἁδρίωνι καὶ Ζωίλωι
βιβλιοφύλαξι
παρὰ Διονυσοῦτος ἀπελευθέρας Διονυσίας Διονυσίου
τοῦ καὶ Χρησίμου Διονυσίου
ἀπʼ Ὀξυρύγχων πόλεως
μετὰ κυρίου Εὐδαίμονος Μενοίτου
ἀπὸ τῆς αὐτῆς πόλεως. κατὰ
τὰ κελευσθέντα περὶ ἐπικρίσεως τῶν τρεισκαιδεκαετῶν εἰ ἐξ ἀμφοτέρων γονέων μητροπολιτῶν δωδεκαδράχμων εἰσὶν δηλῶ τὸν
υἱόν μου Πτόλλιν Φάωνος
τοῦ Πτόλλιδος ἀναγραφόμενον ἐπʼ ἀμφόδου Δρόμου Θοήριδος
τοῦ Κμηλέμου ὡς λέγει
προσβεβηκέναι εἰς τοὺς
τρεισκαιδεκαετεῖς τῷ διελθόντι ιϛ ἔτει
Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου
καὶ γεγονέναι τὸν τούτου
πατέρα Φάωνα Πτόλλιδος
τοῦ Φάωνος μητρὸς Ἀθηνᾶς
μητροπολίτην δωδεκάδραχμον διʼ ὁμολόγου λαογραφίας ιγ ἔτους
Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου
ἀμφόδου τοῦ αὐτοῦ, ὃν καὶ τετελευτηκέναι, καὶ τὸν τῆς
σημαινομένης μου πατρωνίσσης Διονυσίας πατέρα
οὐχ οὕτως λέγει
Διονύσιον τὸν καὶ Χρήσιμον
Διονυσίου ἀπὸ τῆς αὐτῆς πόλεως
ὁμοίως δωδεκάδραχμον διʼ ἐπικρίσεως
ζ ἔτους θεοῦ Τραιανοῦ ἀμφόδου
Λυκίων Παρεμβολῆς,
ὃν καὶ τετελευτηκέναι ἐν
ὑπερετέσιν, καὶ ὀμνύω
Αὐτοκράτορα Καίσαρα Τραιανὸν
Ἁδριανὸν Σεβαστὸν ἀληθῆ
εἶναι τὰ προγεγραμμένα.
ἔτους ιζ Αὐτοκράτορος Καίσαρος
Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ
Τῦβι ιγ. Διονυσοῦς ἀπελευθέρα Διονυσίας Διονυσίου
τοῦ καὶ Χρησίμου ἐπιδέδωκα
καὶ ὀμώμοκα τὸν ὅρκον.
Εὐδαίμων Μενοίτου ἐπιγέγραμμαι αὐτῆς κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας
γράμματα.
κατεχωρίσθη ἐπικριταῖς
ἔτους ἑβδόμου καὶ δεκάτου
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.