no image
DDbDP-text
Claim of Ownership via HGV-meta
Linked by Trismegistos ID
TM 20413.
Each record below describes this same artifact or text from a different angle.
παρετέθη.
Δημητρίωι καὶ Ἀπολλωνίωι καὶ
Διογένει βιβλιοφύλαξι
παρὰ Λεωνίδου Διοδώρου τοῦ
Διοδώρου μητρὸς Σαραεῦτος Λεωνίδου ἀπὸ Ὀξυρύγχων πόλεως.
καθʼ ἣν οἱ γονεῖς μου Διόδωρος Διοδώρου τοῦ Ἀγαθείνου καὶ Σαραεῦς
Λεωνίδου τοῦ Ἀλεξάνδρου μητρὸς Ἰσιδώρας Κάλα ἀπὸ τῆς αὐτῆς
πόλεως πεποίηνται πρὸς ἀλλήλους τοῦ γάμου συγγραφὴν διὰ
τοῦ ἐν Ὀξυρύγχων πόλει ἀγορανομείου τῷ δωδεκάτῳ ἔτει θεοῦ
Κλαυδίου μηνὶ Σεβαστῷ κατέσχον τῇ ἐξ ἀλλήλων γενεᾷ τὰ
ἑαυτῶν πάντα πρὸς τὸ μετὰ τὴν
τελευτὴν αὐτῶν βεβαίως καὶ
ἀναφαιρέτως εἶναι τῶν τέκνων,
ἐπεὶ δὲ ὁ πατὴρ ἐτελεύτησεν ἐπʼ ἐμοὶ καὶ ἀδελφοῖς μου Διοδώρῳ
καὶ Θαίδι καὶ τὰ αὐτοῦ εἰς ἡμᾶς
κατήντησε, ἡ δὲ μήτηρ ἀφʼ ὧν
ἔχει περὶ μὲν Νέσλα ἀρουρῶν
ἐννέα ἡμίσους περὶ δὲ
Πεεννὼ ἐκ τῆς Θρασυμάχου παρειμένης ἀρουρῶν δύο ἡμίσους
τῶν ἐπὶ τὸ αὐτὸ ἀρουρῶν δεκαδύο ἐμέρισε τοῖς προγεγραμμένοις μου ἀδελφοῖς ἀπὸ τῶν περὶ Νέσλα ἑκατέρῳ ἀρούρας τέσσαρας διὰ τῆς περὶ γάμου αὐτοῦ συγγραφῆς αἵ εἰσι τὸ τρίτον τῶν προκειμένων ἀρουρῶν δεκαδύο , ἀπογράφομαι καὶ αὐτὸς πρὸς παράθεσιν
κατοχὴν τῶν λοιπῶν τῆς μητρὸς ἀρουρῶν τεσσάρων . ἡ δὲ προκειμένη τῶν γονέων μου συγγραφή ἐστιν ἔνθεσμος καὶ ἀπερίλυτος εἰς τὴν ἐνεστῶσαν ἡμέραν.
ἔτους α Αὐτοκράτορος Νερούα Καίσαρος
Σεβαστοῦ Φαμενὼθ ιθ.
Δημήτριος σεσημείωμαι. ἔτους πρώτου
Αὐτοκράτορος Νερούα Καίσαρος
Σεβαστοῦ Φαμενὼθ ιθ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.