Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.3.494
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἀντίγραφον. ἔτους ἐννεακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Γερμανικείου λ, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος, ἀγαθῇ τύχῃ. τάδε διεθέμην νοῶν καὶ φρονῶν Ἀκουσίλαος Δείου τοῦ Διονυσίου τοῦ καὶ Ἀκουσιλάου μητρὸς Διονυσίας Θέωνος ἀπʼ Ὀξυρύγχων πόλεως ἐν ἀγυιᾷ. ἐφʼ ὃν μὲν πε ρίειμι χρόνον ἔχειν με τὴν τῶν ἰδίων ἐξουσίαν ὃ ἐὰν βούλωμαι ἐπιτελεῖν καὶ μεταδιατίθεσθαι καὶ ἀκυροῦν τὴν δια θήκην ταύτην, ὃ δʼ ἂν ἐπιτελέσω κύριον ὑπάρχειν. ἐὰν δὲ ἐπὶ ταύτῃ τῇ διαθήκῃ τελευτήσω ἐλεύθερα ἀφίημι ὑπὸ Δία Γῆν Ἥλιον κατʼ εὔνοιαν καὶ φιλοστοργίαν δοῦλά μου σώματα Ψεναμοῦνιν τὸν καὶ Ἀμμώνιον καὶ Ἑρμᾶν καὶ Ἀπολλω νοῦν τὴν καὶ Δημητρίαν καὶ θυγατέρα αὐτῆς Διογενίδα καὶ ἄλλην μου δούλην Διογενίδα, καταλείπω δὲ τῇ γυναικί μου οὔσῃ καὶ ἀνεψιᾷ Ἀριστοῦτι τῇ καὶ Ἀπολλωναρίῳ Ἡρακλείδου τοῦ Διονυσίου τοῦ καὶ Ἀκουσιλάου μητρὸς Ἡραίδος Ἀ λεξάνδρου εὐνοούσῃ μοι καὶ πᾶσαν πίστιν μοι ἐνδεικνυμένῃ ἃ ἐὰν ἀπολίπω ἔπιπλα καὶ σκεύη καὶ χρυσία καὶ ἱμάτια καὶ κόσμα καὶ πυρὸν καὶ ὄσπρεα καὶ γενήματα καὶ ἐνδομενείαν πᾶσαν καὶ ὀφειλήματα ἔνγραφα καὶ ἄγραφα, κληρονόμον δὲ ἀπολείπω τὸν γεγονότα μοι ἐκ τῆς προγεγραμμένης μου γυναικὸς Ἀριστοῦτος τῆς καὶ Ἀπολλω ναρίου υἱὸν Δεῖον ἐὰν ζῇ, εἰ δὲ μή, τὰ τούτου τέκνα, ὧν ἐὰν ἀπολίπω ὑπαρχόντων καὶ ἑτέρων δούλων σωμά των καὶ τῶν ἀπὸ τοῦ νῦν ἐσομένων ἐκ τῶν προγεγραμμένων θηλειῶν δούλων ἐκγόνων, ὧν παν των τὴν χρῆσιν καὶ προσόδους πάσας μετὰ τὰ δημόσια ἕξει ἡ αὐτὴ γυνή μου Ἀριστοῦς ἡ καὶ Ἀπολλω νάριον ἐπὶ τὸν τῆς ζωῆς αὐτῆς χρόνον καὶ τὴν δουλείαν καὶ ἀποφορὰς τῶν μετὰ τελευτὴν μου ἐλευθερουμένων δούλων σωμάτων. ἡ δʼ αὐτὴ γυνή μου χορηγήσει τῷ υἱῷ μου Δείῳ εἰς διατρο φὴν αὐτοῦ καὶ τὴν ἄλλην δαπάνην κατὰ μῆνα ἐν Ὀξυρύγχων πόλει πυροῦ μέτρῳ ἐξοδιαστικῷἐξωδιαστικῷ ἀρτάβας δύο καὶ δραχμὰς ἑξήκοντα καὶ ὑπὲρ ἱματισμοῦ κατʼ ἔτος δραχμὰς διακοσίας , τῇ δʼ αὐτῇ γυναικὶ Ἀριστοῦτι τῇ καὶ Ἀπολλωναρίῳ ἐξέστω διʼ αὐτῆς πωλεῖν καὶ ὑποτίθεσθαι ἃ ἐὰν αἱρῆται ἀφʼ ὧν ἐὰν ἀπολίπω τῷ υἱῷ μου Δείῳ ὑπαρχόντων καὶ σωμάτων καὶ καταχρᾶσθαι εἰς τὸ ἴδιον χρέοςχς τοῖς ἐμπεσουμένοις ἤτοι ἐκ πράσεως καὶ ἐξ ὑποθήκης ἀργυρίοις. ἡ δʼ αὐτὴ γυ νή μου Ἀριστοῦς ἡ καὶ Ἀπολλωνάριον ἀποδώσει πάντα ἃ ἐὰν φανῶ ὀφείλων, δώσει δὲ ἡ γυνή μου καὶ μετὰ τελευτὴν αὐτῆς ὁ υἱός μου Δεῖος τοῖς δούλοις μου καὶ ἀπελευθέροις εἰς εὐωχίαν αὐτῶν ἣν ποιήσονται πλησίον τοῦ τάφου μου κατʼ ἔτος τῇ γενεθλίᾳ μου ἐφʼ ᾧ δι έπειν ἀργυρίου δραχμὰς ἑκατόν . ὅσα δʼ ἂν ὑπὸ τὸ ἐκδόσιμον τῆς διαθήκης γράψω ἤτοι ἀφαιρού μενός τι ἢ προσδιατάσσων ἢ ἑτέροις χαριζόμενος ἢ καὶ ἄλλο τι βουλόμενος καὶ αὐτὰ ἔστω κύρια ὡς δʼ εἶναι τῇ διαθήκῃ ἐνγεγραμμένα, παρὰ δὲ ταῦτα μὴ οὔσης μηδενὶ τῷ καθόλου ἐξου σίας παραβαίνειν, τὸν δὲ παραβησόμενον ἐκτίνειν τῷ ἐμμένοντι τό τε βλάβος καὶ ἐπίτιμονἐπίτειμον ἀργυρίου τάλαντα δύο καὶ εἰς τὸ δημόσιον τὰ ἴσα καὶ μηδὲν ἧσσον μένειν κύρια τὰ προκείμενα. ἡ διαθήκη κυρία. Ἀκουσίλαος Δείου ὁ προγεγραμμένος πεποίημαι τὴν διαθήκην ἧς ὅλον τὸ σῶμά ἐστίν μου ἰδιόγραφον ἐπὶ πᾶσι τοῖς προκειμένοις, καὶ εἰμὶ ἐτῶν μη οὐλὴ ποδὶ δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς Θώνιοςθωνιως. Δίδυμος Ὀννώφριος τοῦ καὶ Χαιρήμονος Ἡρώδου ἀπʼ Ὀξυρύγχων πόλεωςποεως εἷς τῶν μαρτυρησάντων τῇ προκιμένῃ διαθήκῃ ἐγνώρισα τὴν ἰδίαν μου σφραγῖ δα οὖσαν γλύμματος Ἑρμοῦ καὶ ἐσφράγισα τῇ αὐτῇ σφραγῖδι. Ἀσκληπιάδης Εὐδαίμονος τοῦ Ἀσκληπιάδου απʼ Ὀξυρύγχων πόλεως ἕτερος τῶν μαρτυρησάν των τῇ προκειμένῃ διαθήκῃ ἐγνώρισα τὴν ἰδίαν μου σφραγῖδασφραγεῖδα οὖσαν γλύμματος Σαράπιδος καὶ ἐσφράγισα τῇ αὐτῇ σφραγῖδισφραγεῖδι. Δίδυμος Διδύμου τοῦ Ἐνθέσμου ἀγορανόμος τῆς Ὀξυρυγχιτῶν πόλεως ἕτερος τῶν μαρτυρησάντων τῇ αὐτῇ διαθήκῃ ἐγνώρισα τὴν ἰδίαν μου σφραγῖδασσφραγῖδα οὖσαν γλύμματος Ἀπόλλωνοςαολλωνος καὶ ἐσφράγισαεσφραγια τῇ αὐτῇ σφραγῖδι. Ἀσκλη πιάδης Ἀσκληπιάδου τοῦ Παυσιρίωνος ἀπὸ τῆς αὐτῆς πόλεως ἕτερος τῶν μαρτυρησάντων τῇ αὐτῇ διαθήκῃ ἐγνώρισα τὴν ἰδίαν μου σφραγῖδασφραγεῖδα οὖσαν γλύμματος Ἡρακλέους καὶ ἐσφράγισα τῇ αὐτῇ σφραγῖδισφραγιδα. παρετέθηπροετέθη ϛ ἔτους Ἁθύρ.Translations (1)
There follow similar signatures of three other witnesses, whose seals represented respectively Sarapis, Apollo, and Heracles.
Cross-references (3)
- TM-Text 20630 primary
- DDbDP-Text p.oxy;3;494 tier-1
- HGV-Text 20630 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.