Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.3.491

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου ἐπαγομένων ε, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος, ἀγαθῇ τύχῃ. τάδε διέθετο νοῶν καὶ φρονῶν Εὐδαίμων Θωνασύχιοςθωνασχιος τοῦ Θώνιος μητρὸς Θαήσιος ἀπὸ Ὀξυρύγχων πόλεως παστοφόρος Θοήριδος θεᾶς μεγίστης καὶ Ἴσιδος καὶ Σαράπιδοςσρ καὶ τῶν ἄλλων θεῶν τοῦ ἱεροῦ τοῦ ὄντος ἐν κώμῃ Μουχινώρ, ἐν ἀγυιᾷ. ἐφʼ ὃν μὲν περίειμι χρόνον ἔχειν με τὴν τῶν ἰδίων ἐξουσίαν ὃ ἐὰν βούλωμαι ἐπιτελεῖν καὶ μεταδιατίθεσθαι καὶ ἀκυροῦν τὴν διαθήκην ταύτην ὃ δʼ ἂν ἐπιτελέσω κύριον ὑπάρχειν. ἐὰν δʼ ἐπὶ τῇδε τῇ διαθήκῃ τελευτήσω κληρονόμους ἀπολείπω τοὺς υἱούς μου Θῶνιν καὶ Ὧρον καὶ Εὐδαίμονα τοὺς τρεῖς μητρὸς Τα Ἁρπαήσιος τοῦ καὶ Ὥρου ἐξ ἴσου ἕκαστον δʼ αὐτῶν ἐὰν ζῇ, εἰ δὲ μή, τὰ τούτου τέκνα, ὧν ἐὰν ἀπολίπω οἰκοπέδων καὶ ἐδαφῶν καὶ δουλικῶν σωμάτων, μόνον δὲ τὸν Θῶνιν ὧν ἐὰν αἱρῆται παν τοίων πάντων ἐπὶ τῷ τὸν αὐτὸν Θῶνιν ἀποδοῦναι ἃ ἐὰν φανῶ ὀφείλων χρέα καὶ δοῦναι τοῖς ἀδελφοῖς αὐτοῦ Ὥρῳ καὶ Εὐδαίμονι ἐὰν μὲν ὦσι ἅμα τῇ τελευτῇ μου πεπληρωκότες εἴκοσι ἔτη μετʼ ἐνιαυ τὸν ἕνα τῆς τελευτῆς μου, ἐὰν δὲ μὴ ὦσι τοσούτωντοτουτων ἐτῶν ἑκατέρῳ ὅτανταν πληρώσῃ τὰ εἴκοσι ἔτη, δραχμὰς πεντακοσίας , ὡς εἶναι ἀμφοτέρων δραχμὰς χιλίας , οὐκ ἐξόντος τοῖς αὐτοῖς Ὥρῳ καὶ Εὐδαί μονι οὐδʼ ᾡτινιοῦν αὐτῶν τὰ ἐλευσόμενα εἰς αὐτοὺς ἐξ ὀνόματός μου πωλεῖν οὐδʼ ὑποτίθεσθαι οὐδʼ ἄλλως καταχρηματίζειν ἄχρι ἑκάτερος αὐτῶν πληρώσῃ ἔτη εἴκοσι πέντε . ἐὰν δὲ τελευ τήσω οὐδέπω πεπληροκότων τῶν αὐτῶν Ὥρου καὶ Εὐδαίμονος ἔτη εἴκοσι εἶναι τούτων ἑκατέρου ἄχρι πληρώσῃ ἔτη εἴκοσι ἐπίτροπον τόν τε ἀδελφὸν αὐτῶν Θῶνιν καὶ τὸν κατὰ μητέρα πάπ πον Ἁρπαῆσιν τὸν καὶ Ὧρον Θώνιος. ἐὰν δέ τινι τῶν τριῶν υἱῶν συμβῇ ἀτέκνῳ τελευτῆσαι ἔστω τὸ τούτου μέρος τῶν περιόντων αὐτοῦ ἀδελφῶν ἐξ ἴσου, παρὰ δὲ ταῦτα μὴ οὔσης μηδενὶ τῶν καθόλου ἐξουσίας παραβαίνειν τὸν δὲ παραβησόμενον ἀποτίνειν τῷ ἐνμένοντι τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, καὶ μηδὲν ἧσσον κύρια μένειν τὰ προκείμενα. ἡ διαθήκη κυρία. Εὐδαίμων Θωνασύχιος πεποίημαι τὴν διαθήκην καὶ καταλείπω μετὰ τὴν τελευτὴν κληρονόμους τοὺς υἱούς μου Θῶνιν καὶ Ὧρον καὶ Εὐδαίμονα ἐξ ἴσου ὧν ἐὰν ἀπολίπω οἰκοπέδων καὶ ἐδαφῶν καὶ δούλων σωμάτων μόνον δὲ τὸν Θῶνιν τῶν λοιπῶν μου πάντων ἐπὶ τῷ αὐτὸν ἀποδοῦναι ἃ ἂν ὀφείλω καὶ δοῦναι τῷ Ὥρῳ καὶ ΕὐδαίμονιΕὐδαίμονει ἑκατέρῳ ἐπὰν ὦσι ἐτῶνκδραχμὰς πεν τακοσίας , οὐκ ἐξόντος τῷ Ὥρῳ καὶ ΕὐδαίμονιΕὐδαίμονει ἃ ἐμέρισα αὐτοῖς πωλεῖν οὐδὲ ὑποτίθεσθαι ἄχρι ἑκάτερος πληρώσῃ ἔτη εἴκοσι πέντε , μέχρι δὲ τότε εἶναι αὐτῶν ἐπίτροπον τὸν Θῶνιν καὶ τὸν κατὰ μητέρα πάππον Ἁρπαῆσιν τὸν καὶ Ὧρον. ἐὰν δέ τις τῶν τριῶν τελευτήσῃ ἔστω τὸ μέρος αὐτοῦ τῶν ἀδελφῶν αὐτοῦ ἐξ ἴσουιου ὡς πρόκιται. εἰμὶ ἐτῶν ξα οὐλὴ πήχειπήχι δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς Ἀθηνᾶς. Κῦρος Κύρου τοῦ Διδύμου ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Εὐδαίμονος διαθήκῃ καὶ εἰμὶ ἐτῶν οὐλὴ δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς Τύχης κυβερνώσηςκυβερεωτης. Θέων Ζωίλου τοῦ Θέωνος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Εὐδαίμονος διαθήκῃ καὶ εἰμὶ ἐτῶν τριάκοντα ἐννέα οὐλὴ ποδὶ δεξιῷ καὶ ἔστι μου ἡ σφραγὶς ΣιληνοῦΣειληνοῦ. Πεμνᾶς Βησᾶτος τοῦ ἀπὸ τῆς αὐτῆς πό λεως μαρτυρῶ τῇ τοῦ Εὐδαίμονος διαθήκῃ καὶ εἰμὶ ἐτῶν τριάκοντα ὀκτὼ οὐλὴ μήλῳ δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς ος Θομπειδίσιος τοῦ Κομοάπιος μαρτυρῶ τῇ τοῦ Εὐδαίμονος διαθήκῃ καὶ εἰμὶ ἐτῶν οὐλὴ ἀστραγάλῳ ἀριστερῷ καὶ ἔστιν ἡ σφραγὶς Σαράπιδος. Θῶνις Παμμ μαρτυρῶ τῇ τοῦ Εὐδαίμονος διαθήκῃ καὶ εἰμὶ ἐτῶν οὐλὴ μήλῳ δεξιῷξειῷειω καὶ ἔστιν μου ἡ σφραγὶς τοῦ Ὥρου μαρτυρῶ τῇ τοῦ Εὐδαίμονος διαθήκῃ καὶ εἰμὶ ἐτῶν λϛ οὐλὴ ῥινὶ μέσῃ καὶ ἔστιν μου ἡ σφραγὶς Ἀθηνᾶς. μνημονείου Ὀξυρύγχων πόλεως. ἔτους ι Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Καισαρείου ἐπαγομένων ε. διαθήκη Εὐδαίμονος Θωνασύχιος τοῦ Θώνιος μητρὸς Θαήσιος ἀπὸ Ὀξυρύγχων πόλεως.

Translations (1)

EN scholarly · from P.Oxy. 3
Signatures of Eudaemon and six witnesses with details of their ages, distinguishing marks, and seals, and docket of the record office at Oxyrhynchus.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.