Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.giss.1.32
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους κθβ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Βρεταννικοῦ Ἁδριανοῦ διεγβολὴ διὰ τραπέζης Ἑρμαίου καὶ μετόχων τραπεζιτῶν ΕὐδαιμονίδοςΕὐδαιμονις Δημητρίου Εὐδαίμονος μητρὸς Ἀφροδισίας τῆς καὶ Τερεῦτος Λέοντος Ἑρμοπολῖτις ΠόλεωςἙρμοῦ πόλεως τῆς μεγάλης ἀναγραφομένης ἐπὶ Πολέως Απηλιώτου μετὰ κυρίου τοῦ ἀδελφοῦ Ἀπολλωνίου τοῦ καὶ Ευδαίμονος τῶν πρώτων γονέων κληρονόμοιςκληρονοις Θέων ος τοῦ καὶ Εὐδαίμονος Ἡρώδου γυμνασιαρχήσαντος. Ἑρμοῦ πόλεως καὶ ὡς ἐχρημάτισεν κατὰ τὰ ἑκάστῳ ἐπιβάλλοντα μέρη ἃς ὠφείλει αὐτὴ κατὰ διαγραφὴν τραπέζης ἐπὶ τοῦ Φαρμοῦθι μηνὸς τοῦ κβ ἔτους Κομμόδου τοῦ κυρίου κεφαλαίου ἀργυρίου δραχμὰς Αφ καὶ τὰς συναγομένας τόκων τούτων τετρωβολείων ἀργυρικῶν ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἀπὸ τοῦ προκειμένου μηνὸς Φαρμοῦθι ἕως Ἁθὺρ καὶ αὐτοῦ Ἁθὺρ τοῦ ἐνεστῶτος β ἔτους ἀργυρίου ω τὰς ἐπὶ τὸ αὐτὸ ἀργυρίου Βτ εἰς περίλυσιν ὧν ὑπήλλαξεν τῷ πατρὶ αὐτῷ κατὰ τὴν αὐτὴν διαγραφὴν ἐν τῷ Πατεμίτου κάτω περὶ Πεεντᾶλιν ἐκ τοῦ Πλεισθένους κλήρου ἀρουρῶν ϛ ὧν κατοικικῶν ἄρουραι δ 𐅵 δ γῆς δὲ τῶν περὶ αὐλὴν ἀρούρης α δ τῇ δὲ διαγραφῇ ἐνεχυρασία οὐκ ἐπηκολούθηκεν. Ἑρμαῖος σεσημείωμαι κληρόνομοι Θέωνος τοῦ καὶ Εὐδαίμονος Ἡρώδου γυμνασιαρχήσαντος Ἑρμοῦ πόλεως τῆς μεγάλης καὶ ὡς ἐχρημά τισεν ἐπηκολουθήκαμεν τῇδε τῇ διεγβολῇ καὶ ἀπεσχήκαμεν παρὰ Εὐδαιμονίδος Δημητρίου τοῦ Εὐδαίμο νος μητρὸς Ἀφροδισίας τῆς καὶ Τερεῦτος Λέοντος ἀπὸ τῆς αὐτῆς πόλεως ἀναγραφομένης ἐπὶ Πόλεως Ἀπηλιώτου μετὰ κυρίου τοῦ ἀδελφοῦ Ἀπολλω νίου τοῦ καὶ Εὐδαίμονος κατὰ τὰ ἑκάστῳ ἐπιβάλλοντα μέρη τὰς ὀφειλομένας τῷ μετηλλαχότι ἡμῶν πατρὶ ὑπʼ αὐτῆς κατὰ δι αγραφὴν τραπέζης ἐπὶ τοῦ Φαρμοῦθι μηνὸς τοῦ κβ ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κεφαλαίου ἀργυρίου δραχμὰς χιλίας πεντακοσίας καὶ τὰς συναγομένας τόκων τούτων τετρωβολείων ἀργυρικῶν ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἀπὸ τοῦ προκειμένου μηνὸς Φαρμοῦθι ἕως Ἁθὺρ καὶ αὐτοῦ Ἁθὺρ τοῦ ἐνεστῶτος κθβ ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου δραχμὰς ὀκτακοσίαςὠκτακοσίας τὰς ἐπὶ τὸ αὐτὸ ἀργυρίου δρα χμὰς δισχιλίας τριακοσίας εἰς περίλυσιν ὧν ὑπήλλαξεν ἡ αὐτὴ Εὐδαιμονὶς τῷ αὐτῷ πατρὶ ἡμῶν κατὰ τὴν αὐτὴν διαγραφὴν ἐν τῷ Πατεμίτου κάτω περὶ Πεεντᾶλιν ἐκ τοῦ ΠλεισθένουςΠλεισεένουσ κλήρου ἀρουρῶν ἕξ ὧν κατοικικῶνκατοικῶν ἀρου ραι τέσσαρες ἥμισυ τέταρτον γῆς δὲ τῶν περὶ αὐλὴν ἀρουρῆς μία τέταρτον τῇ δὲ διαγραφῇ ἐνεχυρασία οὐκ ἐπηκολού θηκεν. ἔτους κθβ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Βρεταννικοῦ Ἁθὺρ κ. ὁ καὶ Κύριλλος γυμνασιαρχήσας Ἑρμοῦ πόλεως τῆς μεγάλης ἀπέσχον καὶ περιέ λυσα ὡς πρόκειται. Ἑρμεῖνος ὁ καὶ Σαβῖνος ἀπέσχον καὶ περιέλυσα ὡς πρόκειται. Εὐδαιμονὶς Δημητρίου ἐξωδίασα ὡς πρόκιται. Ἀπολλώνιος ὁ καὶ Ευδαίμων ἐπιγέγραμμαι τῆς ἀδελφῆς μου κύριοςCross-references (3)
- TM-Text 19432 primary
- DDbDP-Text p.giss;1;32 tier-1
- HGV-Text 19432 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.