Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

chrest.mitt.211

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βιβλιοφύλαξιν ἐγκτήσεων Ἑρμοπολείτου παρὰ Αὐρηλίων Ἀχιλλέως τοῦ καὶ Σαπρίωνος καὶ Ἥρωνος καὶ Εὐδαιμονίδος τῆς καὶ Εὖ τος τῶν τριῶν ἀφηλίκων παίδων Αὐρηλίου Τιθοητίωνος τοῦ καὶ Σαραπάμμωνος Ἑρμίου τοῦ καὶ Ἀχιλλέως μητρὸς Αὐρηλίας Ἀρητοῦτος τῆς καὶ Ἡρωνοῦτος Ἥρωνος ἀστῆς Ἑρμοπολει τῶν ἀναγραφομένων ἐπʼ ἀμφόδου Φρουρίου Λιβὸς διὰ τῆς προκειμένης ἡμῶν μητρὸς Αὐρηλίας Ἡρωτοῦτος τῆς καὶ Ἀρηνοῦτος οὔσης καὶ ἐπακολουθητρίας συνεστῶτος αὐτῇ Αὐρηλίου Ἑρμίου τοῦ καὶ Ἀμερίμνου Ἀνουβίωνος καὶ ὡς χρηματίζει. ἀπογραφόμεθα εἰς τὸ ἐνεστὸς ιβ ἔτος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου κοινῶς ἐξ ἴσου κατὰ τὸ τρίτον δί καιον τῶν ὀφειλομένων ὑπὸ Αὐρηλίας Κολλαύχιος Θαήσιος Κολλούχιος ἀπὸ κώμης Μοιρῶν μετὰ κυρίου Σαρᾶ Ὥρειτος ἀπὸ τῆς αὐτῆς κώμης τοῦ αἰτηθέντος ὑπʼ αὐτῆς καὶ ἐπιτραπέν τος ὑπὸ Αὐρηλίου Κάστορος τοῦ καὶ Θαυμαστοῦ ἐξηγητεύσαντος βουλευτοῦ τῆς αὐτῆς Ἑρμοῦ πόλεως τῷ προδεδηλωμένῳ ἡμῶν πατρὶ Τιθοητίωνι τῷ καὶ Σαραπάμ μωνι τοῦ αὐτοῦ ἀμφόδου Φρουρίου Λιβὸς μετηλλαχότι ἐφʼ ἡμῖν μόνοις κληρονόμοις καθʼ ἣν ἔθετο ῥωμαικὴν διαθήκην λυθεῖσαν καὶτὴν καὶ μεθερμηνευθεῖσαν τῷ α ἔτει τῆς εὐτυχεστάτης ταύτης αὐτοκρατορείας Μεσορὴ κατὰ διαγραφὴν τελειωθεῖσαν διὰ τῆς ἐν Ἑρμοῦ πόλει μισθωτῶν τραπέζης τῷ μετὰ τὸ κε ἔτος Θεοῦ Σεουήρου Ἀντωνίνου Μεγάλου γ ἔτει μηνὶ Ἁδριανῷ κε φαλαίου σὺν τόκῳ δραχμιαίῳ εἰς ἀπόδοσιν Θῶυθ τοῦ ἑξῆς ε ἔτους ἀργυρίου δραχμῶν ὀκτα κοσίων τεσσαράκοντατεσσεράκοντα ἐπὶ ὑπαλλάγματι κατὰ τὴν αὐτὴν διαγραφὴν αἷς ἐδήλωσεν ὑπάρχειν αὐτῇ περὶ Μοιρῶν ἐκ τῶντου Διονυσίου καὶ Διοκλέους κλήρων κατοικικαῖς ἀρούραις τρισὶν οὔσαις ἐν δυσὶ κοίταις, ὧν μιᾶς κοίτης ἄρουραι δύο , ἑτέρας ἡ λοιπὴ ἄρουρα μία ἀκολούθως τῇ διαγραφῇ ἧς τὸ ἀντίγραφον ἐγλημφθὲν ἐπεσκεμμένον ἀπὸ τοῦ κατακειμένου ἐν ταῖς παρʼ ὑμῖν ἐγκτήσεσιν εἰρομένου τραπεζιτικοῦτραπεζειτικοῦ νῦν ἐπη νέγκαμεν ὑμῖν σὺν τῷ τῆς διαθήκης ἀντιγράφῳ εἰς τὸ τὴν παράθεσιν γενέσθαι καὶ ὀμνύομεν τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου τύχην οὕτως ἔχειν. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Παχὼν ιη. ΑὐρήλιοιΑὐρηλιοις Ἀχιλλεὺς ὁ καὶ Σαπρίων καὶ Ἥρων καὶ Εὐδεμονεὶς ἡ καὶ Εὒς ἀφήλικες διὰ τῆς μητρὸς Αὐρηλίας Ἀρητοῦτος τῆς καὶ Ἡρωνοῦτος ἐπεδεδώκαμεν καὶ ὠμό σαμεν τὸν ὅρκον. Αὐρήλιος Ἑρμίας ὁ καὶ Ἀμέριμνος καὶ ὡς χρηματίζω συνέστην αὐτῇ καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα. Αὐρήλιος Ἑρμεῖνος βουλευτὴς βιβλιοφύλαξ διὰ Αὐρηλίου Σ τοῦ καὶ Ἑρμίου γραμματέως· τῶν ἀπογραφομένων ἀφηλίκων τριῶν οὐ διακειμένων ἐν ὀνόματι τῆς ὑποχρέου καὶ κυρίων ὄντων τῶν διὰ τῆς διαθήκης τοῦ πατρὸς ὑμῶν δηλουμένων πάντων τῆς διαγραφῆς ἐγλήμψει πρωτοπραξίας φυλασσομένης τῶι φίσκῳ καὶ οἷς ἄλλοις δέον ἐστὶν ἔσχον ἴσον.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.