Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.lond.3.932

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους ἐννεακαιδεκάτου Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Βρεταννικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Πουβλίου Σεπτιμίου Γέτα Βρεταννικῶν Μεγίστων Εὐσεβῶν Σεβαστῶν Μεχεὶρ ιβ διὰ τῆς ἐν Ἑρμουπόλει μισθωτικῶν τραπέζης. Ἑρμεῖ νος ὁ καὶ Μῶρος καὶ Θεόγνωτος ἀμφότεροιοτ Ἑρμαίου τοῦ Ἀχιλλέως μητρὸς Σουεροῦτος Κάστορος Ἑρμοπολῖται Πόλεως Ἀπηλιώτου Ἰσιδώρῳ ἀδελφῷ αὐτῶν ἐκ τῆς αὐτῆς πόλεως ἐσχηκέναι παρʼ αὐτοῦ κατὰ τήνδε τὴν διαγραφὴν ἀναποδότους εἰς λόγον δαπανῶν τῆσδε τῆς διαγραφῆς δραχμὰς ὀκτὼ γίνονται δραχμαὶ η, καὶ ἐπειδὴ ὁ μὲν κοινὸς αὐτῶν πατὴρ Ἑρμαῖος ἐτελεύτησεν ἐπʼ αὐτοῖς τοῖς γ, ἡ δὲ μήτηρ Σουεροῦς περίεστιν, καὶ οὐ βουλόμενος οὐθέτερον αὐτῶν τῶν γονέων κληρονομεῖν ὁμολογεῖ μὴ ἐπέρχεσθαι αὐτὸν μηδὲ τοὺς παρʼ αὐτοῦ μηδʼ ἄλλους ὑπὲρ αὐτοῦ μήτε περὶ τῶν καταλειφθέντων ὑπὸ τοῦ πατρὸς Ἑρμαίου πάντων καθʼ ὁντινοῦν τρόπον καὶ πρὸς πᾶν εἶδος μηδὲ περὶ τῶν καταλειφθησομένων ὑπὸ τῆς μητρὸς Σουεροῦτος ὁμοίως, ἀλλʼ εἶναι αὐτῶν μόνων τῶν περὶ τὸν Ἑρμεῖνον τὸν καὶ καὶ Μῶρον καὶ Θεόγνωστον τὰ πάντα ἐπὶ τὸν ἀεὶ χρόνον περὶ ὧν ἐξέστιν αὐτοῖς χρᾶσθαι καὶ οἰκονομεῖν ὡς ἐὰν αἱρῶνται ἀνεμποδίστως οὐδεμίας αὐτῷ ἀφορμῆς ἐπὶ τοὺς ἀδελφοὺς περὶ αὐτῶν καταλειπομένης ἐπὶ τῷ καὶ αὐτοὺς ὅσα ὀφείλει ὁ πατὴρ δάνεια ἤτοι ἰδιωτικὰ ἢ δημόσια καὶ ἄλλα πάντα ἀποδιδόναι καὶ τῆς μητρὸς ὁμοίως εἰς τὸ καὶ τὸν Ἰσίδωρον ἀπερίσπαστον καὶ ἀζήμιον καὶ ἀπαρενόχλητον αὐτὸν φυλάσσεσθαι περὶ πάντων ὡς πρόκειται καὶ τρέφειν αὐτοὺς μόνους καὶ ἱματίζειν τὴν μητέρα ἐπὶ τὸν τῆς ζω ῆς αὐτῆς χρόνον καὶ ἂνκἂν μεταλλάξῃ κηδεύειν αὐτοὺς αὐτῆν καὶ ἀπαρενόχλητον αὐτὸν γινόμενονγεινομενος καὶ τούτου ἕνεκεν. Τοθῆς τραπεζίτης σεσημείωμαι δισσόν. Ἰσίδωρος Ἑρμαίου τοῦ Ἀχιλλέως μητρὸς Σουεροῦτος Κάστορος Ἑρμοπολίτης ἀναγραφόμενος ἐπὶ Πόλεως Ἀπηλιώτου. ἐπηκολούθηκα τῇδε τῇ διαγραφῇ καὶ ἔσχον παρὰ Ἑρμείνου τοῦ καὶ Μώρου καὶ Θεογνώστου ἀμφοτέρων ἀδελφῶν μου τῶν αὐτῶν γονέων ἀναγραφομένων ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου ἀναποδότους εἰς λόγον δαπανῶν τῆσδε τῆς διαγραφῆς δραχμὰς ὀκτὼ γίνονται δραχμαὶ η, καὶ ἐπειδὴ ὁ μὲν κοινὸς ἡμῶν πατὴρ Ἑρμαῖος ἐτελεύτησεν ἐφʼ ἡμῖνἡμεῖν τοῖς τρισὶ , ἡ δὲ μήτηρ Σουεροῦς περίεστιν, καὶ οὐ βουλόμενος οὐδέτερον αὐτῶν τῶν γονέων κληρονομεῖν, ὁμολογῶ μὴ ἐπέρχεσθαι ὑμῖνὑμεῖν μηδὲ τοῖς παρʼ ὑμῶν μηδʼ ἄλλουςμηδὲ τοῦ ὑπὲρ ἐμοῦ μήτε περὶ τῶν καταλειφθέντων ὑπὸ τοῦ πατρὸς Ἑρμαίου πάντων καθʼ ὁντινοῦν τρόπον καὶ πρὸς πᾶν εἶδος μηδὲ περὶ τῶν καταλειφθησομένων ὑπὸ τῆς μητρὸς Σουεροῦτος ὁμοίως ἀλλʼ εἶναι ὑμῶν μόνων τῶν περὶ τὸν Ἑρμεῖνον τὸν καὶ Μῶρον καὶ Θεόγνωτον τὰ πάντα ἐπὶ τὸν ἀεὶ χρόνον περὶ ὧν ἐξέσται αὐτοῖς χρᾶσθαι καὶ οἰκονομεῖν ὡς ἐὰν αἱρῶνται ἀνεμποδίστως οὐδεμίας μοι ἀφορμῆς ἐπʼ αὐτοὺς περὶ αὐτῶν κατα λειπομένης ἐπὶ τῷ καὶ αὐτοῦς ὅσα ὀφείλει ὁ πατὴρ δάνεια ἤτοι ἰδιωτικὰ ἢ δημόσια καὶ ἄλλα πάντα ἀποδιδόναι καὶ τῆς μητρὸς ὁμοίως εἰς τὸ καὶ ἐμὲκἀμὲ ἀπερίσπαστονἀπερίσπατον καὶ ἀζήμιον καὶ ἀπαρενόχλητον γενέσθαι περὶ πάντων ὡς πρόκειται καὶ τρέφειν αὐτοὺς μόνους καὶ ἱματίζειν τὴν μητέρα ἐπὶ τὸν τῆς ζωῆς αὐτῆς χρόνον καὶ ἂνκἂν μεταλλάξῃ κηδεύειν αὐτοὺς αὐτὴν ἀπαρενόχλητος γεινόμενος καὶ τούτων ἕνεκεν. ἔτους ιθ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Βρεταννικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Πουβλίου Σεπτιμίου Γέτα Βρεταννικῶν Μεγίστων Εὐσεβῶν Σεβαστῶν Μεχεὶρ ιβ. Ἰσίδωρος Ἑρμαίου οὐκ ἐνκαλῶ οὐδʼ ἐνκαλέσω ὡς πρόκειται. Θεόγνωστος Ἑρμαίου ἀπαρενόχλητόν σε ποιήσω ὡς πρόκιται καὶ ἔγραψα ὑπὲρ τοῦ ἀδελφοῦ μου ἐπὶ τοῖς αὐτοῖς μὴ εἰδότος γράμματα.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.