no image
DDbDP-text
Letter of Cornelius via HGV-meta
Linked by Trismegistos ID
TM 28371.
Each record below describes this same artifact or text from a different angle.
Κορνήλιος Ἱέρακι τῷ γλυκυτάτωι υἱῷ χαίρειν. ἡδέως σε ἀσπαζόμεθα πάντες οἱ ἐν οἴκωι καὶ τοὺς μετʼ ἐσοῦ πάνταςπαντες. περὶ οὗ μοι πολλάκιςπολλάκεις γράφεις ἀνθρώπου μηδὲν προσποιηθῇς ἕως ἐπʼ ἀγαθῷ πρὸς σὲ παραγένωμαιπαραγένομαι σὺν Οὐ ηστείνῳ μετὰ καὶ τῶν ὄνων. ἐὰν γὰρ θεοὶ θέλω σι τάχιον πρὸς σὲ ἥξω μετὰ τὸν Μεχεὶρ μῆνα ἐπεὶ ἐν χερσὶν ἔχω ἐπείξιμα ἔργα. ὅρα μηδε νὶ ἀνθρώπων ἐν τῇ οἰκίᾳ προσκρούσῃς, ἀλλὰ τοῖς βιβλίοις σου αὐτὸ μόνον πρόσεχε φιλολογῶν καὶ ἀπʼαυ αὐτῶν ὄνησιν ἕξεις. κόμισαι διὰ Ὀν νωφρᾶ τὰ ἱμάτια τὰ λευκὰ τὰ δυνάμενα μετὰ τῶν πορφυρῶν φορεῖσθαι φαινολίων, τὰ ἄλλα μετὰ τῶν μουρσίνων φορέσεις. διὰ Ἀνουβᾶ πέμψω σοι καὶ ἀργύριον καὶ ἐπιμήνια καὶ τὸ ἄλλο ζεῦγος τῶν ὑσγίνωνὑσγείνων. τοῖς ὀψαρίοις ἐξήλλαξας ἡμᾶς, τούτων καὶ τὴν τιμὴν διʼ Ἀνουβᾶ πέμψω σοι, μέντοιγε ἕως πρὸς σὲ ἔλθῃ Ἀνουβᾶς ἀπὸ τοῦ σοῦ χαλκοῦ τὸ ὀψώνιόν σου καὶ τῶν σῶν ἐξοδίασον ἕως πέμψω. ἔστι δὲ τοῦ Τῦβι μηνὸς σοὶ ὅ θέλεις, Φρονίμῳ δραχμαὶ ιϛ, τοῖς περὶ Ἀβάσκαντον καὶ Μύρωνι δραχμαὶ θ, Σεκούνδῳ δραχμαὶ ιβ. πέμ ψον Φρόνιμον πρὸς Ἀσκληπιάδην ἐμῶι ὀνόματι καὶ λαβέτω παρʼ αὐτοῦ ἀντιφώνη σιν ἧς ἔγραψα αὐτῷ ἐπιστολῆς καὶ πέμψον. περὶ ὧν θέλεις δήλωσόν μοι. ἔρρωσο, τέκνον. Τῦβι ιϛ. Ἱέρακι υἱῷ ἀπὸ Κορνηλίου πατρός.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.