Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.3.653
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἀπόμοιρα ἐπαρούριον ναῦλον φορτίων σπονδή ἐξ ὑπομνηματισμῶν Λουκίου Οὐολουσίου Μαικιανοῦ ἔτους β Ἀντωνίνου Καίσαρος τοῦ κυρίου α, ενε ου Ἰουλίου Οὐολτίμου ἐν Παραιτονίῳ τοῦ καὶ ὑπακούσαντος, παρόντος Σεμπρωνίου Ὀρεστίνου τοῦ Σεμπρωνίου Ταραντίνου non transcr τῆς κολωνείας πρᾶγμα ἦν ἐνθάδε ἄγεσθαι. Ἰσιδώρου ῥήτορος ὑπὲρ Σεμπρωνίου Ὀρεστίνου ἀποκριναμένου ἐπὶ Σεμπρωνίου Ὁνοράτου χιλιάρχου ᾑρῆσθαι τὸ πρᾶγμα καὶ κατακεκρίσθαι τὸν Οὐόλτιμον. Ἰουλίου Φίδου γραμματέως Ὀρεστίνου λέγοντος νομίμοις κεχρῆσθαι, Μαικιανὸς εἶπεν· τὰ νόμιμα ταν κέρδους φιλεῖ γείνεσθαι. λέγεταί σοι, περὶ μὲν τοῦ δανείουδανίου συνέστηκεν ὡς ἔκρινεν ὁ χιλίαρχος οἱ δὲ τόκοι πολλῷ πλείονές εἰσιν ἢ τὸ δάνειον· ἀπόλαβε τὸ δάνειον καὶ ἀπόδος τὰς ὑποθήκας. Ἰσίδωρος εἶπεν· νησι ἀπενεγκάμεθα πάντα τὰ τούτου χωρία· δικαίως τοῦτο πρὸς ἡμᾶς λέγεται. ἐντυχόντων δέ τινων καὶ λεγόντων καὶ τῇ κολωνείᾳ ὀφείλεσθαι καὶ Φίδου δανειστὰςδανιστὰς εἶναι, Ὁνορᾶτος ἐκέλευσεν αὐτὰ πραθῆναι. Μαικιανὸς εἶπεν· σὺ τὸ δάνειον λαβὲ καὶ περὶ τῶν λοιπῶν μὴ φρόντιζε. Ἰσίδωρος εἶπεν· καὶ τοὺς τόκους ἀποδότω. Μαικιανὸς εἶπεν· σὺ ταύτας καρποῖκαρποῦ. Ἰσιδώρου λέγοντος μὴ κεκαρπῶσθαι, Μαικιανὸς εἶπεν· σὺ ἐνεβάδευσας. εἴτε οὖν πάρεισιν οἱ ἀντίδικοι εἴτε μὴ πάρεισι, δικαστὴν λήμψονται ὃς παρακολουθῶν τῆι Ὁνοράτου κρίσει τὴν Κανωπῖτιν ἐξετάσει ἵνα μήτε ὁ δανειστὴςδανιστὴς ἐλαττωθῇκαρπωθῇ μήτε ὁ χρεώστης, μηδέτερος δὲ ἐν κέρδει γένηται. Ὀρεστίνου πάλιν λέγοντος μὴ εἶναι παρʼ ἑαυτῷ τὰ ὑπάρχοντα, Μαικιανὸς εἶπεν· θέλων καὶ μὴ θέλων ἀποκαταστήσεις αὐτῷ. ὅπερ ἐὰν μὴ ποιήσῃς οὐ μόνον κατακριθήσει ἀλλὰ καὶ δαρήσει μόνον εἴ τινες δὲ ἄλλοι ἐνόχους ἑαυτοῖς νομίζουσιν εἶναι τὰς ὑποθήκας αὐτοὶ ὄψονται δικαστὴν λαβεῖν. Κρηπείνου λέγοντος ὃν ἐὰν σὺ δῷς Μαικιανὸς εἶπεν· ὁ χιλίαρχος ὃν μεταπέμπειν δικαιοῦμεν.Cross-references (3)
- TM-Text 20691 primary
- DDbDP-Text p.oxy;3;653 tier-1
- HGV-Text 20691 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.