Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
chrest.wilck.251
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν νυν ἀπὸ τοῦ Ἀρσινοίτου καὶ προσελθόντων Λονγεῖ νος ῥήτωρ εἶπεν· οἱ μὲν εἰσὶ γναφεῖς οἱ δὲ βαφεῖς τὴν ἐργασίαν, δίδονται δὲ ὑπὲρ τέλους χειρωναξίου ὑπὸ μὲν τῶν γναφέων ἐτήσιαι δραχμαὶ χίλιαιχείλιαι ἐνενήκοντα δύο ὑπὸ δὲ τῶν βαφέων διακόσιαι ὀγδοήκοντα ὀκτὼ κατὰ τὸν γνώμονα καὶ τὴν συνήθειαν. Μαξίμου δέ τινος κατασταθέντος ἐξεταστοῦ ἐν πλέονι αὐτοὺς ἢ ἔδει παραγράψαντος ἐνέτυχον τῷ ἡγεμόνι καὶ ἀνέπεμψεν αὐτοὺς ἐπὶ Κράσσον τὸν κράτιστον διοικητήνἐπιστράτηγον, ὃς μεταπεμψάμενος τὸν τοῦ νομοῦ ἐγλογιστὴν ἐκέλευσεν αὐτὸν εἰκοσαετίαν τὴν ὑπὸ χεῖρα ἐπισκέψασθαι, προσφωνήσαντός τε αὐτοῦ μηδὲν πλέον δεδόσθαι τοῦ κατὰ τὸν γνώμονα κατὰ ταῦτα ἠθέλησεν αὐ τοὺς τὴν ἀπόδοσιν ποιήσασθαι καὶ οὕτως μέχρι τούτου ἀπέδοσαν. ἐπεὶ οὖν νῦν κατασταθείς τις ἐπιτηρητὴς τέλους χειρωναξίου βούλεται πλέον ἢ κατὰ τὸν γνώμονα αὐτοὺς ἀπαιτεῖν ἐνέτυχον τῷ στρατηγῷ παρατιθέμενοι καὶ ἐπεὶ μηδὲν ὑπὸ τοῦ στρατηγοῦ ἐποιήθη ἐδέησεν αὐτοὺς ἐντυχεῖν σοι. Πρώταρχος ῥή τωρ εἶπεν· κατὰ τὰ δόξαντα Κράσσῳ τ ἐξετάσεως ἤχθη περὶ τούτου εἶδος τῷ κρα τίστῳ Λιβεράλι καὶ ὑπέγραψεν μὴ ἀπαιτεῖν. Σευηριανὸς εἶπεν· παρόντος τοῦ ἐγλογιστοῦ ὃς καὶ ἐντευξε ν τὸν ὲγλογιστὴν ἀνέγνων. των ξ βαφέων καὶ γναφέων ἀπὸ τοῦ Ἀρσινοείτου παρόντος Ἑρμί ου τοῦ ἐγλογιστοῦ τοῦ Ἀρσινοείτου Λονγεῖνος ῥήτωρ εἶπεν· ἐχθὲς ἐνέτυχόν σοι οἱ συνηγορούμενοι περὶ ὧν οὐ δεόντως ἀπαιτοῦνται ὑπὸ ἐπιτηρητοῦ ἀσχολήματος χειρωναξίου καὶ ἐπὶ ε ἦχθαι τῷ κρατίστῳ Λιβεράλι καὶ ὑπογεγράφθαι περὶ πλέονος πρὸς αὐτοὺς μὴ ζητεῖσθαι τὸ ἀκριβὲςἀκρειβὲς μάθῃς. δεόμεθα οὖν παρόντα αὐ τὸν Ἑρμίου ἀναγνόντος τὸ ἀχθὲν εἶδος Λιβεράλι Σευηριανὸς εἶπεν· τυνος τοῦ ἐπιτηρητοῦ τῷ κρατίστῳ ἐπιστρατήγῳ. ἀνέγνων.Cross-references (3)
- TM-Text 13450 primary
- DDbDP-Text chrest.wilck;;251 tier-1
- HGV-Text 13450 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.