no image
DDbDP-text
Letter of Apollonia via HGV-meta
Letter from Apollonia to Philetos about yarn for a garment. A private letter from Apollonia to Philetos sending, via Onnophris the younger, weft and warp yarn for a garment for Herakleides, with a detailed account of weights, prices and spinning costs. It dates to the 2nd century AD, probably from the Oxyrhynchite nome. machine translation
Linked by Trismegistos ID
TM 26937.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἀπολλωνία Φειλήτωι χαίρειν.
ἀσπάζομαί σε λείαν καὶ Ἡρακλείδην,
ἔπεμψα δέ σοι διὰ Ὀννώφριος νεωτέρου
τὰ σύνεργα τῆς στολῆς τοῦ Ἡρακλείδου
κρόκης μναῖ ζ ἐξ ὁλκῆς στατῆρες[…]… αἵ εἰσι σύριγγες ρι καὶ
στήμων ἀπὸ Λύκων πόλεως
ὁλκῆς στατῆρες ϙ αἵ εἰσι σφαιρία
οε. ὧν ἡ τιμὴ τοῦ στήμονος ἐκ δραχμῶν εἴκοσι ἑνὸς τῶν λ στατήρων ὁλκῆς, γίνονται δραχμαὶ ξγ, ἡ δὲ
τιμὴ τῶν ἐρεῶν τῆς κρόκης δραχμαὶ λϛ.
κατέφθακε εἰς τὸ κλῶσαι ὁλκῆς
στατῆρες λ τοῦ στατῆρος καὶ ἐγὼ
ἐκ τοῦ ἰδίου μου ὁλκῆς στατῆρες
ι ἐρίου ἔδωκα εἰς δαπάνην τοῦ
καταρτισμοῦ δραχμὰς δ. ἐκδέδωκα γενέσθαι κλωσθῆναι τρεῖς μνᾶς
ἐξ ὀβολοῦ τοῦ στατῆρος ὁλκῆς,
γίνονται δραχμαὶ ιζ πεντώβολον καὶ ἐγὼ τὰ ἄλλα
τέσσαρας μνᾶς ἔκλωσα καὶ βέβληκα εἰς αὐτὰ σπάρτον χρωμάτινον
μελανὸν καὶ ἐξ αὐτῶν βάλε εἰς τὸν
ἀβόλλην τῆς στολῆς τρεῖς μνᾶς.
ἀσπαζόμεθά σε λείαν. ἔρρωσο.
ὁ δὲ στήμων παρʼ ἐμοὶ βέβρεχται.
ἔτους […] Θώθ.
[v]
ἀπόδος Φιλήτωι ὥστε Ἡρακλείδηι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.