no image
DDbDP-text
Letter from Copres via HGV-meta
Linked by Trismegistos ID
TM 32692.
Each record below describes this same artifact or text from a different angle.
[r]
Κοπρῆς Σαραπιάδι ἀδελφῇ πλεῖστα χαίρειν.
πρὸ μὲν πάντων
εὔχομαι ὑμᾶς ὁλοκληρεῖν παρὰ τῷ κυρίῳ θεῷ.
γινώσκειν σε θέλω
ὅτι τῇ ια εἰσήλθαμεν
καὶ ἐγνώσθη ἡμῖν
ὅτι οἱ προσερχόμενοι
ἀναγκάζονται θύειν καὶ ἀποσυστατικὸν ἐποίησα τῷ ἀδελφῷ μου καὶ μέχρι τούτου οὐδὲν
ἐπράξαμεν ἐκατηχήσαμεν δὲ ῥήτορα
τῇ ι… ἵνα τῇ ιδ εἰσαχθῇ τὸ πρᾶγμα
περὶ τῶν ἀρουρῶν.
εἴ τι δὲ ἐὰν πράξωμεν γράφω σοι. οὐδὲν δέ σοι ἔπεμψα
ἐπειδὴ εὗρον αὐτὸν
Θεόδωρον ἐξερχόμενον. ἀποστέλλω σοι
δὲ αὐτὰ διὰ ἄλλου ταχέως. γράφε δὲ ἡμῖν
περὶ τῆς ὁλοκληρίας
ὑμῶν πάντων καὶ
πῶς ἔσχεν Μαξιμῖνα
καὶ Ἀσενά. καὶ εἰ δυνατόν ἐστιν ἐρχέσθω μετὰ τῆς μητρός σου
[v]
ἵνα θεραπευθῇ τὸ λευκωμάτιον. ἐγὼ γὰρ εἶδον ἄλλους θεραπευθέντας. ἐρρῶσθαί σε εὔχομαι. ἀσπάζομαι πάντας τοὺς ἡμῶν κατʼ ὄνομα.
ἀπόδος τῇ ἀδελφῇ † † παρὰ Κοπρῆτος ϙθ
…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.