Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.33.2676
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Λουκίῳ Διογένει καὶ ὡς χρηματί ζει παρὰ Ἀμοιτᾶτος Διονυσίου ἀπʼ Ὀξυρύγχων πόλεως ΠερσοῦΠερσων τῆς ἐπιγονῆςἐπειγονῆς. ἐπιδέχομαιἐπειδέχομαι γεωργῆ σαι τὴν γῆν ἐπʼ ἔτη τέσσαρα βροχὰς τέσσαρας ἀπὸ τοῦ ἐνεστῶτος ιε ἔτους Ἀντωνείνου καίσαρος τοῦ κυρίου ἀπὸ τῶν ἀναγραφομένων εἰς αὐτὸν βασιλικῶν ἐδαφῶν περὶ Σινκέφα ἐκ τοῦ Δήδυος κλήρου ἀρούρας ἓξ ἥμισυ τέταρτον , ὥστε ταύτας τῷ μὲν ιε ἔτει καὶ ιζ ἔτει σπεῖραι καὶ ξυλα μῆσαι οἷς ἐὰν αἱρῆται γένεσι χωρὶς τελωνι κῶν σπόρων, ἐκφορίου ἀποτάκτου κατʼ ἔτος λαχανοσπέρμου ἀρταβῶν δέκα , καὶ τῷ ιϛ ἔτει καὶ ἐσχάτῳ ἔτεσι δυσὶ σπεῖ ραι πυρῷ, ἐκφορίου ἀποτάκτου κατʼ ἔ τος πυροῦ ἀρταβῶν τεσσεράκοντα , σπονδῆς κατʼ ἔτος οἴνου κεραμίου ἑνὸς ὃ κοινῇ θήσεται, ἀκίνδυ να τὰ κατʼ ἔτος ἀπότακτα ἅπαντος κινδύνου, τῶν ὑπὲρ τῆς γῆς δημοσί ων ὄντων πρὸς τὸν μεμισθωκότα ὃν καὶ κυριεύειν τῶν καρπῶν ἕως ἂν τὰ κατʼ ἔτος ἀπότακτα κομί σηται. βεβαιουμένου δὲ τοῦ ἀναφορίου ἀποδότω ὁ μεμεισθωμένος τὰ κατʼ ἔ τος ἀπότακτα ἀεὶ τῷ Παῦνι μηνὶ τὸ μὲν λαχανόσπερμον ἐφʼ ἁλώ νων Σινκέφα νέον καθαρὸν ἄδολονἄδωλον ἄβωλον κεκοσκινευμένον μέτρῳ τετραχοινίκῳτετραχοινείκῳ Λογγείνου ἀπολυ σίμου τῶν παρʼ αὐτοῦ ποιουμένων τὴν μέτρησιν, τὸν δὲ πυρὸν τοῦ εἰ σιόντος ἔτους κατʼ ἔτους μετρείτω εἰς δημόσιον θησαυρὸν Σινκέφα καὶ ἀναδότω τὸ τούτων θέμα καθαρὸν ἀπὸ πάσηςπας δαπάνης. καὶ ἡ πρᾶξις ἔστω τῷ μεμισθωκότι ἔκ τε τοῦ μεμισθωμένου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. ἐὰν δέ τις ἄβροχος γένηται τοῖς ἑξῆς ἔτεσι παραδεχθήσεται τῷ μεμισθωμένῳ πρὸς ἀνάλογον. κύριονκυρια η μισθον τὸ ἀναφόριον. ἔτους ιε αὐτοκράτορος καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου σεβαστοῦ εὐσεβοῦς Φαῶφι ιϛ. Ἀμοιτᾶς Διονυσίου ἐπιδέχομαι γεωργῆσαι τὴν γῆν ἐπὶ τὰ τέσσερα ἔτη καὶ ἀποδώσω τὰ δηλούμενα κατʼ ἔτος ὡς πρόκειται Διονύσιος τωτο ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. χρόνος ὁ αὐτός.Cross-references (3)
- TM-Text 16881 primary
- DDbDP-Text p.oxy;33;2676 tier-1
- HGV-Text 16881 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.