no image
DDbDP-text
Letter from Arsinoe to Sarapias via HGV-meta
Linked by Trismegistos ID
TM 26930.
Each record below describes this same artifact or text from a different angle.
ἈρσινόηἈρσινοηι Σαραπιάδι τῆι ἀδελφῆι χαίρειν. Ἀχιλλᾶτος καταπλέοντος ἀναγκαῖον ἔγνων διὰ γραπτοῦ σε ἀσπάσασθαι. περὶ οὗ μοι ἔγρα ψας ὅτι ἐτελέσθη, καλῶς ποι ήσεις δοῦσα αὐτὸ Ἀχιλλᾶτι τῶι ἀδελφῷ μου ἵνα μοι αὐτὸ ἐνέγκῃ. κόμισαι διʼ αὐτοῦ Ἀχιλλᾶτος ταρεί χων κεράμιον ξιμος. ἐὰν αἱ ὁδοὶ στερεωθῶσι εὐθέως ἀπε λεύσομαι πρὸς τὸν γεωργόν σου καὶ αἰτήσω αὐτὸν τὰ ἐκφόριά σου. ἐὰν ἄρα μοι αὐτὰ δῷδοι. ἔδει γάρ σε ἐπιστολήν μοι πέμψαι πρὸς αὐ τόν. ὅμως εἰ πάλινπάλι προέγραψας αὐ τῷ ἐμοὶ αὐτὰ δοῦναι, ἀπελεύσομαι καὶ λήμψομαι αὐτά. ἄσπασαι Πολυ κράτην καὶ τοὺς σοὺς πάντας. ἀσπάζε ταί σε Πόλητα καὶ Δημητροῦς. ἐάν τι θέλῃς πεμφθῆναί σοι, γράψον μοι καὶ εὐθέως σοι πέμψω. τὸ κεράμιον τῶν ταρειχίων διὰ τὸ συμπεπτωκέναι ἐπέλησα. τὰ δὲ ὑποκάτω κρειττό να ἐστὶν τῶν ἐπάνω. ἔρρωσο. Χοιὰκ κζ ἀπὸ Ἀρσινόης Σαραπιάδι γυναικὶ Πολυκράτους.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.