no image
DDbDP-text
Edict of a Prefect via HGV-meta
Linked by Trismegistos ID
TM 16577.
Each record below describes this same artifact or text from a different angle.
Τίτιος Ὁνωρᾶτος ὁ διασημότατος ἔπαρχος Αἰγύπτου λέγει· τῆς γεωργίας καὶ τῶν ἐπʼ αὐτῇ πόνων οὐδὲν πλέον ὅσον, εἰ μὴ οἱ εἰωθότες λυμαίνεσθαι τοῖς καρποῖς φυλάξαιντο τοῦτο ποιεῖν· μανθάνω γοῦν τὴν μὲν ὥραν τοῦ ἔτους πλείστους ὅσους καρποὺς παρεσχηκέναι, τοὺς δὲ αὐτοὺς ποιμένας αὐτοῖς λυμαίνεσθαι· διόπερ διαγορεύω φυλάξασθαι τοῖς καρποῖς ἐπαφεῖναι τὰ ζῷα· κα τὰ τοῦ ἀπειθοῦντος ταῦτα ἐνεῖναι δίκην ἐφʼ ἡμῶν ὥστε αὐτῶν τῶν ζῴων ἀποστερηθῆναι καὶ αὐτὸν τῆς ἐ πιστρεφείας πειραθῆναι· πρόθες. ἔτους η τοῦ κυρίου ἡμῶν αὐτοκράτορος Διοκλητιανοῦ καὶ ἔτους ζ τοῦ κυρίου ἡμῶν αὐτοκράτορος Μαξιμιανοῦ Μεχεὶρ θ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.