no image
DDbDP-text
Receipt for Part of a Water - Wheel via HGV-meta
Linked by Trismegistos ID
TM 16595.
Each record below describes this same artifact or text from a different angle.
ὑπατίᾳ Φλαουίων Ζήνωνος καὶ Μαρκιανοῦ τῶν λαμπροτάτων Φαῶφι κβ η ἰνδικτίωνος Φλαουίᾳ Κυρίᾳ τῇ λαμπροτάτῃ καὶ εὐγενεστάτῃ γεουχούσῃ ἐν τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχιτῶν πόλει Αὐρήλιοι Πασοήριος υἱὸς Κορνηλίου καὶ Ἰωάννης Φοιβάμμωνος ἐναπόγραφοι γεωργοὶ ἀπὸ ἐποικίου Χαιρᾶ κτήματος τῆς σῆς θαυμασιότητος τοῦ αὐτοῦ νομοῦ· χρείας καὶ νῦν γενομένης εἰς τὴν ὑφʼ ἡμᾶς γεουχικὴν μηχανὴν καλουμένην Ψῶ ἀντλοῦσαν εἰς ἀροσίμην γῆν ἄξονος ἑνός, ἀνελθόντες ἐπὶ τῆς πόλεως ἠξιώσαμεν τὴν ὑμῶν λαμπρότητα ὥστε τοῦτον παρασχεθῆναι καὶ εὐθέως ἡ ὑμῶν εὐγένεια παρέσχετο ἡμῖν τὸν αὐτὸν καινὸν ἀντλητικὸν εὐάρεστον ἄξονα εἰς ἀναπλήρωσιν τῶν μηχανικῶν ὀργάνων ὅντινα ὑποδεξάμενοι ἐν τῇ σήμερον ἡμέρᾳ ἥτις ἐστὶν Φαῶφι δευτέρα καὶ εἰκὰς τῆς ὀγδόης ἰνδικτίωνος, γεωργίας δὲ ἐνάτης ἐπινεμήσεως προσομολογοῦμεν ἐξ ἀλληεγγύης τὰς ἀντλήσεις καὶ ὑδροπαροχίας ποιεῖσθαι ἀμέμπτως· κυρία ἡ χειρογραφία ἁπλῆ γραεῖσαχειρογραφεῖσα καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν· Αὐρήλιοι Πασοήριος Κορνηλίου καὶ Ἰωάννης Φοιβάμμωνος πεποιήμεθα τὴν χειρογραφίαν ὑποδεξάμενοι τὸν ἄξονα τὸν καινὸν καὶ συμφωνεῖ ἡμῖν πάντα ὡς πρόκειται· Αὐρήλιος Σαραπάμμων Θέωνος ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων. di χειρογραφία ἄξονος ἑνὸς δSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.