no image
DDbDP-text
Draft of a Roman Will via HGV-meta
Linked by Trismegistos ID
TM 22244.
Each record below describes this same artifact or text from a different angle.
[ctr]
Τιβέριος Κλαύδιος Τιβερίου […]ελεύθερος Ἀλέξανδρος διαθήκην ἔθετο.
Κλαυδία Θεανοῦς ἡ συνεξελευθέρα μου πάντων τῶν ὑπαρχόντων
μοι ἐμοὶ κληρονόμος ἔστω, οἱ δὲ λοιποὶ πάντες ἀποκληρόνομοί
μοι ἔστωσαν· αὑτή τε κατάδικος ἔστω διδόναι ποιεῖν πάντα ὅσα ἐν
ταύτῃ τῇ διαθήκῃ ἐνγεγραμμένα ἔσονται χωρὶς δόλου πονηροῦ,
ἀποφηνάσθω τε τὴν κληρονομίαν μου ἐν ἡμέραις ρ ταῖς ἔνγιστα
αἷς γνώσεται δυνήσεταί τε μαρτύρεσθαι ἑαυτήν μου κληρονόμον
εἶναι. ἐὰν δὲ μὴ ἀποφήνηται μήτεμαρτύρηται, ἀποκληρόνομος ἔστω.
…[…] Τιβέριος Κλαύδιος Πτολεμαῖος ὁ ταύτης υἱὸς δευτέρῳ τόπῳ
ἐμοὶ κληρονόμος ἔστω, οἱ δ…[…]… πάντες ἀποκληρόνομοι ἔστωσαν· οὗτός τε κατάδικος ἔστω διδόναι ποιεῖν πάντα ὅσα
[…]…[…]ν μου κληρονόμον μητέρα τε αὐτοῦ διδόναι
…[…]…[…] ἀποφηνάσθω τε τὴν κληρονομίαν μου ἐν ἡμέραις
…ταῖς ἔνγιστα χωρὶς δόλου πονηροῦ. ὅστις μου κληρονόμος
…[…]ηται […]παρατίθεμαι δοῦναι. Τιβερίωι
Κλαυδίῳ Θεωνᾷ συνεξελευθέρῳ μου δίδωμι καταλείπω δραχμὰς ἑκατόν ·
Τιβερίῳ Κλαυδίῳ Δημητρίῳ συνεξελευθέρῳ μου δίδωμι καταλείπω δραχμὰς ἑκατόν . τοῦ σώματός μου τὴν ἐπιμέλειαν
τῷ κληρονόμῳ μου καταλείπω, εἰς ὃ δαπανηθῆναι θέλω
μὴ ἔλαττον δραχμῶν ἑκατόν . ἐὰν δέ τι μετὰ ταύτην μου
τὴν διαθήκην πινακίσι κωδικίλλοις χάρτῃ ἢ ἄλλῳ τινὶ
[…]…ει ὑπʼ ἐμοῦ γεγραμμένον ἢ ὑπογεγραμμένον ἐσφραγισμένον τε καταλείπω, διʼ οὗ δοθῆναί τι ἢ γενέσθαι παρέχειν τε ἐπιτρέψω κωλύσω τε, ἐν ἴσῳ βέβαιον εἶναι θέλω
ὡς καὶ ταύτην μου τὴν διαθήκην. ταύτης τῆς διαθήκης
δόλος πονηρὸς ἀπίτω. οἰκετείαν χρήματά τε διαθήκης
γεινομένης ἐπρίατο σηστερτίω νούμμῳ α
ζυγοστατοῦντος
ἀντεμαρτύρατο
ἡ διαθήκη ἐγένετο ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαΐδος πρὸ ιϛ Καλανδῶν
Ἰουνίων Λουκίῳ Ἰουλίῳ Οὔρσῳ Σερουιανῷ τὸ γ Τίτο Οὐιβίῳ
Οὐάρῳ ὑπάτοις ἔτους ιη αὐτοκράτορος Καίσαρος Τραϊανοῦ
Ἁδριανοῦ σεβαστοῦ Παχών κβ. Τιβέριος Κλαύδιος
Ἀλέξανδρος ἀνέγνων μου τὴν διαθήκην πρὸς
ἣν ἠθέλησα τὴν Ῥωμαϊκήν μου γραφῆναι.
συμφωνεῖ μοι γὰρ πάντα ὡς πρόκιται.
[ms]
[…] tf
[…]umbonoru[…]meo
[…]…dedfacereea
[…]ntsdm[…]cer
[…]sscietpoteritq
[…]eritqueex…[…]…
[…] t…[…]
[…]undolocom[…]
[…]eeaomnia
[…]matrem[…]
[…]eamindi[…]
[…]ereser
[…]otheona[…]
[…]mticlaud[…]
[…]ent[…]m
[…]…com[…]
[… 4 lines lost …]
[…]…
[… 1 line lost …]
[…] …qSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.