no image
DDbDP-text
Apprenticeship Contract via HGV-meta
Apprenticeship contract with a builder. An apprenticeship contract from Oxyrhynchus in which Aurelius Zoilos apprentices himself for three years to the builder Aurelius Apollonios to learn the building trade. The master is to feed, clothe and pay him monthly, care for him if ill, and give him clothes worth 60 drachmas and builder's tools at the end; Zoilos's mother consents. machine translation
Linked by Trismegistos ID
TM 31833.
Each record below describes this same artifact or text from a different angle.
ὁμολογοῦσιν ἀλλήλοις Αὐρήλιος Ζωίλος χρηματίζων μητρὸς Ζοϊλοῦτος Πτολεμαίου
ἀπʼ Ὀξυρύγχων πόλεως καὶ Αὐρήλιος Ἀπολώνιος
Δωρᾶτος μητρὸς Ἀπολλωνίας ἀπὸ τῆς αὐτῆς
πόλεως οἰκοδόμος ὁ μὲν Ζωΐλος ἐκδεδόσθαι
ἑαυτὸν τῷ Ἀπολλωνίω πρὸς μάθησιν τῆς
οἰκοδομικῆς τέχνης ἐπὶ χρόνον ἔτη τρία
ἀπὸ νεομηνίας τοῦ ὄντος μηνὸς Χοιὰκ
τοῦ ἐνεστῶτος … ἔτους ἐφʼ ὃν χρόνον ὁ Ζωΐλος
παρέξει ἑαυτὸν παραμένοντα τῷ ἐπιστάτῃ Ἀπολλωνίῳ ἀπόκοιτον καὶ ἀφήμερον
οὐκ ὄντα τῆς τοῦ αὐτοῦ ἐπιστάτου οἰκίας
διακούοντα καὶ ἐκτελοῦντα πάντα τὰ
ἐπιτραπησόμενα αὐτῷ ὑπὸ τοῦ ἐπιστάτου
ἀνήκοντα τῇ τέχνῃ, τοῦ αὐτοῦ Ζωΐλου
τρεφομένου καὶ ἱματιζομένου ὑπὸ τοῦ ἐπιστάτου ἐπὶ τὸν προκείμενον χρόνον ἔτι
δὲ καὶ ἐπιχορηγουμένου ὑπὸ τοῦ αὐτοῦ ἐπιστάτου ὑπὲρ μισθοῦ κατὰ μῆνα .…[…]…[…]…
εξ τοῦ Ζωΐλου ἀποδιδόντος τὰ ὑπὲρ αὐτοῦ
δημόσια. ἐπὰν δὲ ὃ μὴ εἴη συμβῇ τὸν αὐτὸν χρόνον ἀσθενῆσαι, ἔσται παρὰ τῷ αὐτῷ ἐπιστάτῃ ἐπιμελούμενος ὑπʼ αὐτοῦ
καὶ ὧν ἐὰν ἀσθενῶν ἀργήσῃ ἡμερῶν
τούτων τὰς ἴσας παραμενεῖ τῷ ἐπιστάτῃ
μετὰ τὸν χρόνον χωρὶς μισθοῦ διὰ τὸ ακαταργηθει αὐτὸν λαμβάνειν τὸν προκείμενον μισθόν. πληρώσαντι δὲ τῷ Ζωΐλῳ παρὰ τῷ ἐπιστάτῃ τὸν τριετῆ χρόνον ἀπερχομένῳ δώσει ὁ Ἀπολλώνιος ἱμάτια ἄξια
δραχμῶν ἑξήκοντα ἀνθʼ ὧν περὶ αὐτὸν
εἰσήνενκε τῶν ἴσων δραχμῶν ἑξήκοντα καὶ ἐργαλεῖα τῆς οἰκοδομικῆς χωρὶς
τιμῆς παροῦσα δὲ ἡ τοῦ Ζωΐλου μήτηρ
Αὐρήλια Ζοϊλοῦς Πτολεμαίου μητρὸς
…[…]ἀπὸ τῆς αὐτῆς πόλεως εὐδοκεῖ
[…]ὁ δὲ Ἀπολλώνιος […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.