Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.4.725

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ὁμολογοῦσιν ἀλλήλοις Ἰσχυρίων Ἡραδίωνος μητρὸς ἀπʼ Ὀξυρύγχων πόλεως καὶ Ἡρακλᾶς Σαραπίωνος τοῦ καὶ Λέοντος Ἡρακλεί δου μητρὸς ἀπὸ τῆς αὐτῆς πόλεως γέρδιος ὁ μὲν Ἰσχυρίων ἐγδεδόσθαι τῷ Ἡρα κλᾷ τὸν τοῦ μετηλλαχότος αὐτοῦ ἀδελφοῦ υἱὸντοῦ ἀδελφοῦ ον Θῶνιν ἀφήλικα πρὸς μάθησιν τῆς δη λουμένης τέχνης ἀπὸ νεομηνίας τοῦ ἑξῆς μηνὸς Φαῶφι ἐπὶ χρόνον ἔτη πέντε , καὶ παρ έξει αὐτὸν προσεδρεύοντα τῷ διδασκάλῳ ἐπὶ τὸν δηλούμενον χρόνον καθʼ ἑκάστην ἡμέραν ἀπὸ ἀνατολῆς ἡλίου μέχρι δύσεως, ποιοῦντα πάντα τὰ ἐπιτραπησόμεναἐπιταχθησόμενα αὐτῷ ὑπὸ τοῦ αὐτοῦ διδασκάλου ὡς ἐπὶ τῶν ὁμοί ων μαθητῶν, τρεφόμενον ὑπὸ τοῦ Ἰσχυ ρίωνος. καὶ τὰ μὲν πρῶτα ἔτηεξη δύο καὶ μῆνας ἑπτὰ τοῦ τρίτου ἐνιαυτοῦ οὐδὲν δώσει ὑπὲρ μισθοῦ τοῦ παιδὸς ὁ Ἡρα κλᾶς, τοῖς δὲ λοιποῖς μησὶ πέντε τοῦ αὐ τοῦ τρίτου ἐνιαυτοῦ χορηγήσει ὁ Ἡρα κλᾶς ὑπὲρ μισθῶν τοῦ αὐτοῦ μαθητοῦ κατὰ μῆνα δραχμὰς δεκαδύο καὶ τῷ τε τάρτῳ ἐνιαυτῷ ὁμοίως κατὰ μῆνα ὑπὲρ μισθῶν δραχμὰς δεκαὲξ καὶ τῷ πέμπτῳ ἐνιαυτῷ ὁμοίως κατὰ μῆ να δραχμὰς εἴκοσι τέσσαρας , καὶ κατασκευ άσει ὁ Ἡρακλᾶς τῷ αὐτῷ μαθητῇ τῷ μὲν ἐνεστῶτι τετάρτῳ καὶ εἰκοστῷ ἔτει χιτῶνα ἄξιον δραχμῶν δεκαέξ , τῷ δὲ εἰσιόντιἰσιόντι κε ἔτει ἕτερον χιτῶνα ἄξιον δρα χμῶν εἴκοσι , καὶ τῷ κϛ ἔτει ὁμοίως ἄλλον χιτῶνα ἄξιον δραχμῶν εἴκοσι τεσσάρων , καὶ τῷ κζ ἔτει ἄλλον χιτῶνα ἄξιον δραχμῶν εἴκοσι ὀκτώ , καὶ τῷ κη ἔτει ὁμοίως ἄλλον χιτῶ να ἄξιοναδοον δραχμῶν τριάκοντα δύο . ἀρ γήσει δὲ ὁ παῖς εἰς λόγον ἑορτῶν κατʼ ἔτος ἡμέρας εἴκοσι , οὐδενὸς ἐκκρουομένου τῶν μισθῶν τούτων ἀφʼ οὗ χρόνου ἐὰν χορηγηθῇ μισθός, ἐὰν δὲ πλείονας τού των ἀργήσῃ ἢ ἀσθενήσῃ ἢ ἀτακτήσῃ ἢ διʼ ἄλλην τινὰ αἰτίαν ἡμέρας ἐπὶ τὰς ἴσας ἐπάναγκες παρέξει αὐτὸν ὁ Ἰσχυρί ων τῷ διδασκάλῳ ἡμέρας παραμένον τα καὶ ποιοῦντα πάντα καθὼς πρόκειται χωρὶς μισθοῦ, τρεφόμενον ὑπὸ τοῦ αὐτοῦ Ἰσχυρίωνος, διὰ τὸ ἐπὶ τούτοις ἑστάσθαι. ὁ δὲ Ἡρακλᾶς εὐδοκῶν τούτοις πᾶσι καὶ ἐκ διδάξεινἐκδειδάξειν τὸν μαθητὴν τὴν δηλουμέ νην τέχνην ἐν τῷ πενταετεῖπενταετῖ χρόνῳ καθὼς καὶ αὐτὸς ἐπίσταται καὶ χορηγήσειν τοὺς μηνιαίους μισθοὺς καθὼς πρόκει ται ἀπὸ τοῦ ὀγδόου μηνὸς τοῦ τρίτου ἐνιαυ τοῦ. καὶ μὴ ἐξεῖναι μηδενὶ αὐτῶν παρα βαίνειν τι τῶν προκειμένων ἢ ὁ παραβὰς ἐκτίσειἐκτείσι τῷ ἐνμένοντι ἐπιτίμουἐπιτείμου δραχμὰς ἑκατὸν καὶ εἰς τὸ δημόσιον τὰς ἴσας. κύριον τὸ ὁμολόγημα. ἔτους κδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Θὼθ κε. Ἡρακλᾶς Σαραπίωνος τοῦ καὶ Λέοντος τέθειμαι τὸ ὁμολόγημα καὶ εὐδοκῶ πᾶσι τοῖς προκειμένοις. Θῶνις ὁ καὶ Μῶρος ἀπελεύθεροςΜωροῦς Ἁρθώνιος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.