no image
DDbDP-text
Ἡρακλέους Τόπων καὶ Ἀθηναίῳ τῷ καὶ Ἀπολλωνίῳ βιβλιοφύλαξιν παρὰ Ζηνᾶτος Ζηνᾶτος τοῦ Ἡρᾶτος μητρὸς Ἀρείας τῆς Ὑπατικοῦ τῶν ἀπʼ Ὀξυρύγχων πόλεως, ἀμφόδου Ἡρακλέους Τόπων. κατὰ τὰ κε λευσθέντα περὶ τοῦ ἐπικριθῆναι τοὺς προσβαίνοντας εἰς τοὺς ἐκ τοῦ γυμνασίου εἴἠ εἰσι τοῦ γένους τούτου, προσφωνῶ ἐμαυτὸν προσβεβηκέναι εἰς τοὺς τρεισκαιδεκαετεῖς ἀπὸ γυμνασίου τῶι ιε ἔτει Δομιτιανοῦ καὶ μεταδεδό σθαι τῷ αὐτῷ ἔτει εἰς ἐπίκρισιν ἐν τρεισκαιδεκαετέσιν ἐπὶ ἀμφόδου Δρόμου Γυμνασίου ὅθεν παραγενόμενος πρὸς τὴν ἐμαυτοῦ ἐπίκρισιν δηλῶι εἶναι τὸν σημαινόμενόν μου πατέρα Ζηνᾶν Ἡρᾶτος τοῦ Ζηνᾶτος ἀπὸ τῆς αὐτῆς πόλεως ὃς ὁπότε περιῆν ἀπεγράψατο ἐπὶ Δρόμου Γυμνασίου ἐν τῇ ὑπὸ Σουτωρίου Σωσιβίου στρατηγήσαντος καὶ Νι κάνδρου γενομένου βασιλικοῦ γραμματέως καὶ τῶν ἄλ λων καταχωρισθείσῃ γραφῇ ἐν τῷ ε ἔτει θεοῦ Οὐεσπασιανοῦ τῶν ἐκ τοῦ γυμνασίου παραδοχίμων ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου ἐν τάξει τῶν ὑπὸ Κουρτίου Παυλείνου χειλη άρχου ἐπικεκριμένων εα τ δελφακιδ δραχμ ιϛ ελαίνου κοτύλαι ζ εἰς Σενέπτα δραχμ ζ ἐλαίου ῥαφανίνου κοτύλαι κγ δραχμ κSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.