no image
DDbDP-text
Application to Receive the Dole via HGV-meta
Linked by Trismegistos ID
TM 45225.
Each record below describes this same artifact or text from a different angle.
κε Καλπουρνίῳ Ὡρίωνι τῷ κρατίστῳ ὑπομνηματογράφῳ παρὰ Αὐρηλίου Τεχώσιος ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγ χειτῶν πόλεως. ἀναγραφόμενος ἐπʼ ἀμφόδου Ἡρακλέους τόπων, ἀπο γραφεὶς καὶ προσβὰς ἀπὸ ἀπογραφῆς ἀφηλίκων, ταγείς τε καὶ διὰ τῶν ἐπιδοθέντων ὑπὸ τοῦ φυλάρχου ἐν τῇ τάξει τῶν ὁμολόγων κατʼ ἄν δρα βιβλίων, ἐτύγχανον ἐπὶ τῆς ἀλλοδαπῆς ὤν, νῦν γοῦν παραγενό μενος σημαίνω ἐμαυτὸν καὶ ἀξιῶ καὶ αὐτὸς μετασχεῖν τῆς τοῦ σίτουσείτου δωρεᾶς κατὰ τὰ δόξαν τα τῇ κρατίστῃ βουλῇ κατʼ ἴσον τῶν ὁμοίων μου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.