no image
DDbDP-text
Application to Receive the Dole via HGV-meta
Linked by Trismegistos ID
TM 45216.
Each record below describes this same artifact or text from a different angle.
Καλπουρνίῳ Ὡρίωνι τῷ κρατίστῳ ὑπομνηματογράφῳ παρὰ Αὐρηλίου Σαραπίωνος τοῦ Πτολεμαίου μητρὸς Θαήσιος ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχειτῶν πόλεως. προσβὰς καὶ ἐπικριθεὶς ἐπʼ ἀμφόδου Ἑρμαίου τῷ ιγ ἔτει τῆς Γαλλιηνοῦ βασιλείας ταγείς τε διὰ τοῦ ἐπιδοθέντος ὑπὸ τοῦ τοῦ προκειμέ νου ἀμφόδου φυλάρχου βιβλίου καὶ ἐν τῇ γενομένῃ τότε τῶν ὁμοίων μου ἀναγορείᾳ ἐτύγχανον ἐν ἀποδημίᾳ ὤν, νῦν γοῦν παραγενόμενος σημαίνω ἐμαυτὸν καὶ ἀξιῶ μετασχεῖν καὶ αὐτὸς τῆς τοῦ σιτηρεσίου δωρεᾶς κατʼ ἴσον τῶν ὁμοίων μου κατὰ τὰ δόξαντα τῇ κρατίστῃ βουλῇ. διευτυχει. ἔτους Αὐτοκράτορος Καίσαρος Λουκίου Δομιττίου Αὐρηλιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς ΣεβαστοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.