Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.41.2977
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ὁμολογοῦσιν ἀλλήλοις Αὐρή λιος Διογένης Ἡρᾶτος μητρὸς Σαραπιάδος ἀπὸ Ὀξυρύγχων πόλε ως καὶ Θῶνις ἀπελεύθερος Ἁρποκρατίωνος τοῦ καὶ Ἑρμεί νου κτενιστὴς ὁ μὲν Διογένης ἐκδεδωκέναιἐγδεδωκέναι τὸν ἑαυτοῦ δοῦλον Δίδυμον ἐξ οἰκογενοῦς δούλης Ταιάδος πρὸς μάθησιν τῆς κτενιστικῆς τέχνης ἐπὶ χρό νον ἔτη πέντε ἀπὸ α Τῦβι τοῦ ἐνεστῶτος γ ἔτους τρεφόμε νον καὶ ἱματιζόμενον ἐπὶ ὅλον τὸν χρόνον ὑπὸ τοῦ δεσπότου παρʼ αὐτῷ κείμε νον ἐφʼ ᾧ ἐπὶ μὲν τοὺς πρώ τους μῆνας ἓξ μηδὲν λαμ βάνειν ὑπὲρ μισθῶν. μεθʼ οὓς λήμψεται τῆς δευτέρας ἑξα μήνου ἡμερησίως ὀβολοὺς δύο καὶ ἐπὶ τὸν δεύτερον ἐνι αυτὸν ἡμερησίως ὀβολοὺς τέσσαρας καὶ ἐπὶ τὸν τρίτον ἐνιαυτὸν ἡμερησίως ὀβολοὺς ἓξ καὶ ἐπὶ τὸν τέταρτον ἐνιαυ τὸν ἡμερησίως ὀβολοὺς ὀκτὼ καὶ ἐπὶ τὸν πέμπτον ἐνιαυτὸν ἡμερησίως ὀβολοὺς δέκα . ἐὰν δὲ ἐν τῷ χρόνῳ ὁ παῖς ἀρ γήσῃ ἢ ὃ μὴ εἴη ἀσθενήσῃ ἡμέρας τινὰς ὁ τούτων μισθὸς ἐκκρουσθήσεται. ἐπὶ τούτοις οὖν παρεχέτω ὁ Διογένης τὸν ἑαυτοῦ δοῦλον παραμένον τα τῷ ἐπιστάτῃ ἐπὶ τὸν χρόνον καθʼκάτʼ ἑκάστην ἡμέραν ἀπὸ ἡλίου ἀνατολῆς μέχρι δύσεως οὐκ ἀρ γοῦντα ποιοῦντα πάντα τὰ ἐπιτραπησόμενα αὐτῷ ὑπὸ τοῦ ἐπιστάτου τὰ κατὰ τὴν τέ χνην ὡς ἐπὶ τῶν ὁμοίων μα θητῶν. ὁ δὲ ἐπιστάτης εὐδοκεῖν ἐπὶ τούτοις καὶ διδάξεινδιδάξιν τὸν μαθητὴν ἐν τῷ χρόνῳ τὴν δηλουμένην τέ χνην καὶ ἐπιχορηγήσειν τοὺς μισθοὺς. καὶ μὴ ἐξεῖναι μηδενὶ αὐτῶν παρα βαίνειν τὰ προκείμενα ἢ ὁ παραβὰς ἐκτείσειἐκθείσι τῷ ἐμμένοντι εἰς λόγον ἐπιτίμου δραχμὰς ἑκατόν . κύριον τὸ ὁμολόγημα καὶ ἀλλήλους ἐπερω τήσαντες ὡμολόγησαν. ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Αὐρήλιος Διογένης Ἡρᾶτος εὐδοκῶεὐδωκῶCross-references (3)
- TM-Text 16540 primary
- DDbDP-Text p.oxy;41;2977 tier-1
- HGV-Text 16540 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.