Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.43.3094

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

χαῖρε πολλά, Εὐτυχίδα, Σαραπᾶς καὶ Γαΐα ἀσπαζόμεθά σε καὶ τὸ προσκύ νημά σου ποιοῦμεν καὶ τοῦ ἀδελφοῦ σου Ἡρακλείδου καὶ τῶν συνβίων ὑμῶν καὶ τῶν τέκνων παρὰ τῷ μεγά λῳ Σαράπιδι. γιγνώσκεγεινώσκε ὅτι μετὰ τὴν ἄνομον ἀπόφασιν ἣν προήνεγκεν κατὰ Γαίας Ἀγρίππας, ἐνέτυχεν τῷ ἡ γεμονεύσαντι Δάτῳ ἀξιοῦσα εἰς τρο φὰς τὸν τόκον τῆς χάριτος αὐτῆς ἀπο λαβεῖν καὶ ἐκέλευσεν αὐτὴν διὰ ὑπο γραφῆς ἐντυχεῖν τῷ αὐτῷ Ἀγρίππᾳ. ἐνέ τυχεν δὲ καὶ Ἀγρίππᾳ καὶ ἀνεδέξατο τὴν διάγνωσιν. ὕστερον δέ, τοῦ ὑπο μνήματος προτεθέντος καὶ τοῦ εὐτυ χοῦς ἡγεμόνος Ἰουλίου Βασιλιανοῦ εὐ τυχῶς ἐπιβάντος τῇ πόλει, ἐνέτυχον αὐτῷ διὰ βιβλιδίων προτάξασα τὴν ὑπὸ Ἀγρίππα μεμφθεῖσαν διάταξιν καὶ ἀλλας καὶ ὅλον τὸ Ἡρακλείτου βιβλίδιον καὶ τὴν ὑπογραφὴν καὶ τὸ Ἀγρίππα ὑπόμνημα μεμ ψαμένη ὡς αὐτοῦ παρὰ τοὺς νόμους ἀποφηναμένου, μεμψαμένη δὲ καὶ τὸν ῥήτορα ἐφʼ οἷς οὐ παρέθετό μου δικαίοις καὶ ἀξιώσασα ἢ τὰ προσ φωνηθέντα μοι ἀποδοθῆναι ἢ τὰ ἐμά. ἐκέλευσέν μοι διὰ ὑπογραφῆς τὸ ὑπό μνημα παραπεμψάμενος τοῖς νομί μοις μου χρήσασθαι. καὶ ἐπεὶ ἀμφίλοξοςἀμφίλωξος ἦν ἡ ὑπογραφὴ ἕτερον αὐτῷ ἔδωκα πάλιν πάντα τὰ προειρημένα ἐτα α καὶ ἀξιώσασα εἰ τῇ τοῦ Ἡρακλείτου ὑπογραφῇ χρήσασθαί με θέλει. καὶ πά λιν ὑπέγραψεν συντιθέμενος αὐτῇ κελευούσῃ μοι τῇ τῶν νομίμων τάξει ειν. διὸ γράφω σοι ἵνα καὶ σύ μοι συν ἀσπάζεται ὑμᾶς Σαραπάμμων. ἐρρῶσ θαιἐρρῶσθαι ὑμᾶς εὐχόμεθα. παρὰ Σαραπᾶ καὶ Γαίας δὸς Ἀμμωνίῳ θαλλο δοτοῦντι πρὸς τῷ νεῲ τοῦ θεοῦ καὶ δώσειδώσι αὐτῷ. Εὐτύχει θαλλοδοτοῦντιθαλοδοτοῦντι ὑπὸ τὸν πυλῶνα τοῦ Σαραπείου πρὸς τῇ μεγάλῃ εἰκόνι.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.