Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.44.3197

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ὁμολογοῦμεν ἀλλήλοις Τιβέριος Ἰούλιος Θέων γενόμενος στρατηγὸς τῆς πόλεως καὶ ἀρχιδικαστὴς καὶ Τιβέριος Ἰούλιος Σαραπίων ἀδελφὸς καὶ Τιβέριος Ἰούλιος Θέων ἀδελφιδοῦς τῶν ἱερονικῶν καὶ ἀτελῶν διειρῆσθαι πρὸς ἀλλήλους ἐκ τῶν καταλελειμμένων ὑπὸ Τιβερίου Ἰουλίου Θέωνος γενομένου ὑπομνηματογράφου καὶ γυμνα σιάρχου πατρὸς μὲν Θέωνος ἀρχιδικαστοῦ καὶ Σαραπίωνος πάππου δὲ Θέωνος ἱερονίκου δουλικῶν σωμάτων τὰ ὑπογεγραμμένα, καὶ ἐπιβεβληκέναι Τιβερίωι Ἰουλίωι Θέωνι τῶι γενομένωι στρατηγῶι τῆς πόλεως καὶ ἀρχιδικαστῆι Ἥρωνα γραμματέα Ἐπάγαθον μτρην Ἀον πρότερον Διογένους Θέωνος Βακχίου Τερπνὸν ρον Ἡρακλᾶν προχειροφόρον Διογᾶν Ἀωλεαν σειμὸν Ἡρακλειδίωνα Κορνήλιον τὸν ἐν Βερκὺ Ἐπιτυγχάνοντα Ἠλεῖν Ἀμμωνᾶν νοτάριον Γέμελλον Εὐπορᾶν ἀδελφὸν Εὔκαιρον ἀδελφὸν καὶ οὓς προεῖχεν ἔτι τοῦ πατρὸς περιόντος Κάρπον καὶ Ἀνδροσθένην καὶ Ἀγαθάγγελον Ἀβάσκαντον Ἀφροδειτοῦν, Ἰουλίωι δὲ Σαραπίωνι ἀδελφῶι Δεμᾶν προχειροφόρον Τελεσφόρον ἠπητὴν Ὥριμον Τρόφωνα Διογένη μάγειρονμάγιρον Ἐπαφρῦν μακρὸν Κόρινθον Δημήτριον Λάκωνα Ἑρμ τὸν ἐν Ἀρσινοείτηι Ἐπαφρῦν νοτάριον Ἀγαθῦν νοτάριον Εὔπορον Εὐτραπέλου Ἀλέξανδρον Ἀναβάσεως καὶ οὓς προεῖχεν τοῦ πατρὸς περιόντος Δημητρᾶν Κατίλλιον Εὐτυχῆν Ἀνδροσθένην Ἀνάβασιν, καὶ Ἰουλίωι Θέωνι ἱερονίκηι Σαραπᾶν νοτάριον Ἀβασκαντίωνα Αἰθίοπα Τελεσφόρον Ἀβασκαντον τὸν ἐν Κερκεθύρει Γέμινον κουρέα Ἀγαθήμερον Πρακτικὸν Ἁρποκρᾶν Ἀγαθάγγελον Ἐπαφρῦν νον Εὔκαιρον νοτάριον Ἀλέξανδρον Γεμέλλης Ἀγαθόποδα ἀπὸ Κουσσῶν Δημήτριον ἀπὸ τῆς Κάτω το παρχίας ν καὶ οὓς προεῖχεν ἔτι τοῦ πατρὸς περιόντος οδιμον Σαραπᾶν Δίδυμον ιαπν, ἕκασ τον δὲ ἡμῶν κυριεύειν ὧν ἔλαχεν καὶ διοικεῖν περὶ αὐτῶν ὃ ἐὰν αἱρῆται κοινῶν ὄντων ἐπὶ τοῦ παρόντος τῶν λοιπῶν ἀδιαιρέτων σωμάτων. ἔτους πεντεκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Φαῶφι κβ. Τιβέριος Ἰούλιος Σαραπίων εὐδοκῶ τῆι τῶν δούλων διαιρέσει ὡς πρόκειται. Τιβέριος Ἰούλιος Θέων γενόμενος στρατηγὸς τῆς πόλεως καὶ ἀρχιδικαστὴς εὐδοκῶ τῆι τῶν δούλων διαιρέσει ὡς πρόκειται. Τιβέριος Ἰούλιος Θέων ἱερονίκης εὐδοκῶ τῆι τῶν δούλων διαιρέσει ὡς πρόκειται.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.