no image
DDbDP-text
Loan of Money via HGV-meta
Linked by Trismegistos ID
TM 15961.
Each record below describes this same artifact or text from a different angle.
Ἡραὶς Πλουτογένους τοῦ Ἀντιόχου ἀπὸ Πτο λεμαίδος τῆς μητροπόλεως τοῦ Θεινείτου μετὰ κυρίου τοῦ ἀνδρὸς Ἀπολλωνίου ἐξη γητεύσαντος τῆς Ὀξυρυγχειτῶν πόλεως καὶ ὡς χρηματίζει Πρεπούσῃ ἀπελευθέρᾳ Διονυσίου τοῦ καὶ Ἀμφείωνος Διονυσίου γυμνα σιαρχήσαντος τῆς Ἀντινοέων πόλεως καὶ ὡς χρηματίζει χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου σου ἀργυρίου Σεβαστοῦ νομίσμα τος δραχμὰς ἑκατὸν τεσσαράκοντα τέσσαρας κεφαλαίου τόκου δραχμιαίου τοῦ μηνὸς ἑκάστου ἀπὸ τοῦ ὄντος μηνὸς Τῦβι τοῦ ἐνεστῶτος ἐνάτου ἔτους εἰς ἀπόδοσιν Παῦνι τριακάδι τοῦ αὐτοῦ ἔτους, ἐὰν δὲ μὴ ἀποδῶ καθὰ γέγραπται ἐκτείσω σοι τὸ μὲν προκείμενον κεφάλαιον μεθʼ ἡμιολίας καὶ τὸν τόκον τοῦ ὑπερπεσόντος χρόνουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.