no image
DDbDP-text
Petition to a Logistes via HGV-meta
Linked by Trismegistos ID
TM 15772.
Each record below describes this same artifact or text from a different angle.
Φλαουίῳ Σαραποδώρῳ λογιστῇ Ὀξυρυγχίτου παρὰ Αὐρηλίωναυρηλιως Κυρίλλας καὶ Μάρθας ἀμφοτέρων ἐκ πατρὸς Κάστορος ἀπὸ τῆς ἀυτῆς πόλεως. Γέμελλος υἱός ἐστιν Ῥόδωνος ὄντος θείου ἡμῶν πρὸς πατρὸς, ὃς μέλλων τελευτᾶν τὰ καταλειφθέντα ὑπʼ αὐτοῦ πράγματα εἰσσεν ὑπὸ τὴν ἐξουσίαν Ἀμμωνίου τινός, ἀποτακτικοῦ, κατὰ μητέρα θείου αὐτοῦ τυγχάνοντος, παρακελευόμενος μὴ διʼ ὄχλου ἡμᾶς αὐτῷ γίγνεσθαι. συμβέβηκεν δὲ τὸν αὐτὸν Ἀμμώνιον ἀποτακτικὸν ὄντα οὐ μετʼ οὐ πολὺ ἐκ τῶν ἀνθρώπων ἀπελθεῖν. τὰ δὲ τοῦ προειρημένου Γεμέλλου πράγματα ἡμῖν ἀνῆκεν ταῖς ἐκ τοῦ πατρικοῦ γένους τυγχανούσαις. ἐπεὶ οὖν οὔτε βουλημάτιον ὁ Ἀμμώνιος συνεστήσατο οὔτε ἀπέδειξεν κληρονόμους, ἀποτακτικὸς δὲ ὢν ἐτελεύτα τὸν βίον, ἀλλʼ Ἄμμων τις ταῦτα τὰ μὴ ἀνήκοντα αὐτῷ πράγματα μὴ ὢν κληρονόμος κατέχει πρὸς βίαν, διὰ τοῦτο ἀξιοῦμεν τὴν σὴν ἐμμέλειανἐμμέλιαν ὥστε κελεῦσαι τὸν αὐτὸν Αμμωνα παραστῆναι καὶ καταναγκασθῆναι, μὴ ὄντα υἱὸν τοῦ Ἀμμωνίου μηδὲ κληρονόμον ἀποδοῦναι ἡμῖν τὰ τοῦ Γεμέλλου πράγματα ταῖς οὔσαις ἐκ τοῦ πατρικοῦ αὐτοῦ γένους ἵνα δυνηθῶμεν ἐκ τῆς σῆς βοηθείας μηδεμίαν περιγραφὴν ὑπομένειν. Αὐρήλιαι Κυρίλλα καὶ Μάρθα ἐπιδεδώκαμεν. Αὐρήλιος Θεόδωρος Θωνίου ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδυιῶνεἰδυειῶν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.