no image
DDbDP-text
Letter from Sarapammon to Ammonius via HGV-meta
Letter from Sarapammon to Ammonios about collecting arrears to redeem pledges. A 4th-century letter from Oxyrhynchus in which Sarapammon asks his 'brother' Ammonios to help Dorotheos, together with the couriers, collect outstanding sums from the fourth indiction. The money is needed to repay a loan from 'father' Dioskoros and to redeem pledged goods. machine translation
Linked by Trismegistos ID
TM 33725.
Each record below describes this same artifact or text from a different angle.
κυρίῳ μου ἀδελφῷ Ἀμμωνίῳ
Σαραπάμμων χαίρειν.
ἀπήντησεν πρὸς σὲ ὁ ἀδελφὸς
ἡμῶν Δωρόθεος ἀξιωθεὶς ὑπʼ ἐμοῦ ὥστε αὐτὸν ἀπαιτῆσαι τὰς ἐχθέσεις
τὰς λοιπαζομένας τῆς τετάρτης ἰνδικτίωνος.
οἶδας ὅτι καὶ τὰ ἐνέχυρα ἡμῶν ἔξω εἰσὶν
καὶ ὁ πατὴρ ἡμῶν Διόσκορος ἔχρησεν ἡμῖν
καὶ αὐτὸν θέλομεν πληρῶσαι· διὸ σπουδή σοι
γενέσθω συνβαλέσθαι αὐτῷ μετὰ καὶ τῶν
συμμάχων ἄχρις οὗ ἂν τὴν ἀπαίτησιν ποιήσῃ τῆς τετάρτης ἰνδικτίωνος· αὐτὸς γὰρ
καὶ τὸν λόγον αὐτῶν δύναται εἰδέναι
καὶ διὰ τοῦτο ἠξίωσα αὐτὸν ἀπαντῆσαι
καὶ τὴν ἀπαίτησιν ποιῆσαι ἵνα δυνηθῶμεν καὶ Διόσκορον πληρῶσαι καὶ τὰ ἐνέχυρα ἡμῶν ἀνακομισώμεθα. μὴ οὖν ὀκνήσῃς συνβαλέσθαι αὐτῷ μετὰ καὶ τῶν συμμάχων ἄχρις
οὗ ἂν τὴν ἀπαίτησιν ποιήσῃ. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς
χρόνοις, ἄδελφε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.