no image
DDbDP-text
Sworn Declarations by Priests via HGV-meta
Linked by Trismegistos ID
TM 15630.
Each record below describes this same artifact or text from a different angle.
ιε ἔτους Ἀσκληπιάδῃ στρατηγῷ καὶ Ἱέρα κι βασιλικῷ γραμματεῖ παρὰ Ἡρακλήου Μενχέ ως μητρὸς Τατᾶτος καὶ Πτόλλιδος Ἀμόϊτος μη τρὸς Θαήσιος ἀμφοτέ ρων ἀπὸ κώμης Ταλαὼ ἱερέων Ἡρακλέους θεοῦ μεγίστου. πρὸς τὸ μετα δοθὲν εἰς ἐξέτασιν εἶδος ἰδίου λόγου ἀπὸ λόγων ιε ἔτους, οὗ ἐστιν ἀντίγραφον· οἱ ὑπο γεγραμμένοι ἀφήλικες υἱοὶ ἱερέων καὶ ἱεροεθνῶν προσβάντες εἰς τεσσαρεσκαιδεκαετεῖς τῷ ιε ἔτει ἉδριανοῦἉδρινοῦ Καίσαρος τοῦ κυρίου παρὰ προθεσ μίαν τὸ εἰσκριτικὸνἰσκριτικὸν διέ γραψαν. ἵνʼ οὖν ἐξετασθῇ εἰ ὑπόκειταί τι ταῖς τάξε σι αὐτῶν ἐκ δημοσίου ἢ ἔξωθεν, καὶ τίνες εἰσὶν οἵ, συνήθως ὑπὸ τοῦ ἀρ χιπροφήτου ἐπικρινόμε νοι, καὶ τὸν χρηματισμὸν παρʼ αὐτοῦ ἔλαβον, μετα δίδοται· κάτω τοπαρχίας Ταλαώ, ἱερεῖς Ἡρακλέους θεοῦ μεγίστου Πανεμγεὺς Ἡρακλήου τοῦ Μενχέως μητρὸς Ταθω νᾶτος Πανεμγέως, Ἀμόϊς Πτόλλιδος τοῦ Ἀμόϊτος μη τρὸς Ταλλα τος προσφωνοῦμεν ὀμνύντες Αὐτοκράτορα Καίσαρα ΤραϊανὸνΤραιανου ἉδριανὸνἉδρινοῦ ΣεβαστὸνΣεβαστου μηδὲν ὑποκεῖσθαι ταῖς τά ξεσι τῶν προγεγραμ μένων ἡμῶν υἱῶν ἔκ τε δημοσίου ἢ ἔξωθεν μηδὲ εἶναι ἔθος τοὺς τοι ούτους ἐπικρίνεσθαιἐπικρείνεσθαι ὑπὸ τοῦ ἀρχιπροφήτου ἢ ἔνοχοιἔνοχος εἴημενεἰην τῷ ὅρκῳ. ἔτους ιϛ Αὐτοκράτορος Καίσαρος ΤραϊανοῦΤραινοῦ Ἁδριανοῦ Σεβαστοῦ, μηνὸς ἉδριανοῦἉδρινοῦ κε. Ἡρακλῆς Μενχέως καὶ Πτόλλις Ἀμόϊτος ἐπι δεδώκαμεν καὶ ὀμω μόκαμεν τὸν ὅρκον. ις Ἀλεξάνδρου ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.