Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.49.3498
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Γάϊος Ἰούλιος Διογένης ς τῆς λαμπροτάτης τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως υἱὸς Γαΐου Ἰουλίου Τείρωνος αρχήσαντος τῶν λαμπρῶν πόλεων Ὀξυρυγχειτῶν καὶ καὶ ὡς ἐχρημάτιζεν χωρὶς κυρίου χρηματιζούσῃ κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ χαίρειν. ὁμολογῶ πεπρακέναι καὶ παρακεχωρηκέναι σοι ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα χρόνον τὸ ὕπαρχόν μοι κληρονομικῷ δικαίῳ πρότερον τοῦ δηλουμένου μου πατρὸς Τείρωνος ἥμισυ αδελφον αὐτοῦ Οὐαλεριανὸν διαιρέσεως ἧς τὸ δικαι περὶ κώμην Σερῦφιν τῆς πρὸς λίβα τοπαρχίας ἐδαφῶν σιτικῶν ἰδιωτικῆς ἀρουρῶν εἴκοσι πέντε ἡμίσους ὀγδόου ἑκκαιδεκάτου ἄρουραι δώδεκα ἥμισυ τέταρτον ἑκκαι δέκατον δυοτριάκοστον τροχοῦ καὶ λάκκου καὶ φυτῶν καὶ μηχανῆς ἀρουρῶν εἴκοσι πέντε ἡμίσους ὀγδόου ἑκκαιδε κάτου α ἀρούρας δεκατρεῖς τρίτον ἑκκαιδέκατον ὧν γείτονες νότου ἐκ μὲν τοῦ ἀπηλιώτου μέρους μένη, ἐκ δὲ τοῦ ἀπὸ λιβὸς ἡ ἑξῆς, βορρᾶ ἰδιωτικὴ λων, ἀπηλιώτου πλευρισμὸς, λιβὸς ἐκ μὲν τοῦ ἀπὸ βορρᾶ μέρους , ἐκ δὲ τοῦ ἀπὸ νότου διῶρυξ. ἐν δὲ τῇ ἑτέρᾳ σφραγῖδι τὰς λοιπὰς ἀρού ρας δώδεκα ἕκτον ὄγδοον ὧν γείτονες νότου υ ἰδιωτική, βορρᾶ καὶ ἀπηλιώτουἐπηλιώτου αἱ ἐπάνω λιβὸς . τὰς δὲ συμπεφωνημένας πρὸς ἀλλήλους ὑπὲρ τιμῆς καὶ παραχωρητικοῦ τοῦ ἡμίσους μέρους τῶν προκειμένων ἀρουρῶν εἴκοσι πέντε ἡμίσους ὀγδόου ἑκκαιδεκάτου καὶ τοῦ μέρους τῶν ὑδρευμά των καὶ μηχανῆς καὶ τῶν συνωνομασμένων πάντων ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς μυριάδας τρεῖς , αἵ εἰσι τάλαντα πέντε , αὐτόθι ἀπέσχον παρὰ σοῦ ἐκ πλήρους διὰ χειρὸς, καὶ περὶ τοῦ ἠριθμῆσθαί με ἐξ ὁλοκλήρου ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα. κρατεῖν οὖν σε καὶ κυριεύειν σὺν ἐκ γόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις τοῦ πωλουμένου καὶ παραχωρουμένου σοι ὑπʼ ἐμοῦ ὡς πρόκειται ἡμίσους μέρους τῶν προκειμένων ἀρουρῶν καὶ ὑδρευμάτων καὶ μηχανῆς καὶ τῶν συνωνομασμένων πάντων καὶ ἐξουσίαν ἔχειν χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτῶν ὡς ἐὰν αἱρῇ, μηδε μίας μοι ἢ ἄλλῳ μηδενὶ ὑπὲρ ἐμοῦ ἐφόδου καταλειπομένης ἐπὶ ταύτας ἢ ἐπὶ μέρος αὐτῶν κατὰ μηδένα τρόπον, ἅσπερ καὶ ἐπάναγκες παρέξομαί σοι βεβαίας διὰ παντὸς ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ κα θαρὰς ἀπὸ τε γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ παντὸς εἴδους καὶ ἀπὸ ὀφειλῆς καὶ κατοχῆς πάσης δημοσίας καὶ ἰδιωτικῆς και πολιτικῆςπολειτικῆς καὶ βουλευτικῆς καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου, ἔτι δὲ καὶ ἀ πὸ ἀπεργασίας καὶ ὑδροφυλακίας χωμάτων καὶ ἀπὸ τῶν ὑπὲρ αὐτῶν τελουμένων δημοσίων καὶ ἐπικλασ μῶν καὶ ἐπιμερισμῶν παντοίων τῶν ἕως τοῦ διελθόντος καὶ αὐτοῦ τοῦ διελθόντος ε ἔτους διὰ τὸ ἀπὸ τοῦ ἐνεστῶτος ϛ ἔτους τούτων πρόσφορα εἶναι σοῦ τῆς παραχωρουμένης, πρὸς ἣν καὶ εἶναι τὰ ἀπὸ λημμάτων τοῦ αὐτοῦ ἐνεστῶτος ϛ ἔτους δημόσια καὶ ἐπικλασμοὺς παντοίους. ἐὰν δέ τι φανῇ ὀφειλόμενον ἢ ἐξακολουθοῦν τουτμου παντὸς πόρου. πάντα δὲ τὸν καθʼ ὁνδηποτοῦν τρόπον ἐπελευσόμενον ἢ ἐμποιησόμενον τούτων χάριν ἢ μέρους αὐτῶν ἐπάναγκες ἀποστήσω παραχρῆμα ταῖς ἐμαυτοῦ δα πάναις καθάπερ ἐκ δίκης. κυρία ἡ πρᾶσις καὶ παραχώρησις τρισσὴ γραφεῖσα, ἥνπερ ὁπηνίκα ἐὰν αἱρῇ ἀνοί σεις διὰ δημοσίου, οὐ προσδεομένη ἑτέρας μου εὐδοκήσεως διὰ τὸ ἐντεῦθεν εὐδοκεῖν με τῇ ἐσομένῃ δημοσιώσει. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς πεπρᾶχθαι ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Λουκίου ΔομιτίουΔομιττίου Αὐρηλιανοῦ Γοθθικοῦ Μεγίστου Καρπικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Φαῶφι λ. Γάϊος Ἰούλιος Διογένης καὶ ὡς χρηματίζω πέπρακα καὶ παρεχώρησα τὸ ἥμισυ μέρος τῶν προκειμένων ἀρουρῶν εἴκοσι πέντε ἡμίσους ὀγδόου ἑκκαιδεκάτουἑκκεδεκάτου καὶ τοῦ μέρους τῶν ὑδρευμάτων καὶ μηχανῆς καὶ τῶν συνωνομασμένων πάντων καὶ ἀπέσχον τὰ τῆς τιμῆς παραχωρητικοῦ ἀργυρίου τάλαντα πέντε καὶ βεβαιώσωβεβεώσω πάσῃ βεβαιώσειβεβεώσι καὶ εὐδοκῶ τῇ δημοσιώσειδημοσιώσι, πάντα δὲ ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα.Cross-references (3)
- TM-Text 15654 primary
- DDbDP-Text p.oxy;49;3498 tier-1
- HGV-Text 15654 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.