no image
DDbDP-text
Order to Issue Wheat and Wine via HGV-meta
Linked by Trismegistos ID
TM 45253.
Each record below describes this same artifact or text from a different angle.
Νεμεσιανὸς Σεουήρῳ χαίρειν. δὸς Σιλβανῷ φροντιστῇ εἰς λόγον ἔργων τοῦ Παχὼν μηνὸς οἴνου γενήματος ϛ ἔτους κτήματος Κολλούθου ληνοῦ β κεράμια ιϛ καὶ πυροῦ γενήματος ε ἔτους ἀρτάβας ιβ ὧν τὰς τιμὰς ἐπεστάλη Σαραπιάδης ὁ χειριστὴς λημματίσαι τοῦ μὲν οἴνου ὡς τοῦ κεραμίου α δραχμὰς ιβ, τοῦ δὲ πυροῦ ὡς τῆς ἀρτάβης α δραχμὰς ιϛ. ἔρρωσο καὶ δὸς τὰς τοῦ πυροῦ ἀρτάβας δεκαδύο καὶ οἴνου κεράμια δεκαέξ, γίνονται ἀρτάβαι ιβ κεράμια ιϛ. ἔτους ζ Παχὼν λ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.