no image
DDbDP-text
Order to Issue Wheat and Wine via HGV-meta
Linked by Trismegistos ID
TM 45259.
Each record below describes this same artifact or text from a different angle.
Νεμεσιανὸς Σεουήρῳ χαίρειν. δὸς Κολλούθῳ κεραμεῖ εἰς λόγον δόσεως τοῦ ὄντος μηνὸς Παχὼν πυροῦ γενήματος ε ἔτους ἀρτάβας ιη καὶ οἴνου γενήματος ϛ ἔτους κτήματος Κολλούθου ληνοῦ β κεράμια κδ ὧν τὴν συνα γομένην τιμὴντειμὴν ἐπεστάλη Σαραπιάδης ὁ χειριστὴς λημμα τίσαι τοῦ μὲν πυροῦ ὡς τῆς ἀρτάβης α δραχμὰς ιϛ, τοῦ δὲ οἴνου ὡς τοῦ κεραμίου α δραχμὰς ιβ. ἔρρωσο καὶ δὸς τὰς τοῦ πυροῦ ἀρτάβας δεκαοκτὼ καὶ οἴνου κεράμια εἴκοσι τέσσαρα , ἔτους ζ Παχὼν λ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.