no image
DDbDP-text
Order to Issue Wheat and Wine via HGV-meta
Order to issue wheat and wine as monthly wages to estate workers. An order from Nemesianus to Severus to issue monthly wage payments in wheat and wine to donkey-drivers, an ox-driver and village guards working on an estate. The wine comes from the Magdolos estate, left over by merchants, and the manager Sarapiades is to book its value at fixed prices. Written at Oxyrhynchus in AD 260. machine translation
Linked by Trismegistos ID
TM 45258.
Each record below describes this same artifact or text from a different angle.
Νεμεσιανὸς Σεουήρῳ χαίρειν.
δὸς τοῖς ὑπογεγραμμένοις καταμηνίοις καὶ ἄλλοις εἰς λόγον ὀψωνίων
τοῦ ὄντος μηνὸς Παχὼν Παμοῦνι
ὀνηλάτῃ πυροῦ ἀρτάβην α, οἴνου κεράμια β· Ἀγάθῳ
ἑτέρῳ ὁμοίως πυροῦ ἀρτάβην α, οἴνου κεράμια β·
Πανεχώτῃ πυροῦ ἀρτάβην α, οἴνου κεράμια β· Πετρωνίῳ ζευγηλάτῃ πυροῦ ἀρτάβην α, οἴνου κεράμια β·
Φανομάι ἐποικιοφύλακι πυροῦ ἀρτάβας β· Ὀννώφρι
ἑτέρῳ πυροῦ ἀρτάβας β· Διονυσίῳ ὁμοίως πυροῦ ἀρτάβας β.
τὰ ἐπὶ τὸ αὐτὸ πυροῦ γενήματος ε ἔτους ἀρτάβαι ι,
οἴνου γενήματος ϛ ἔτους κτήματος Μαγδώλου
ἀπὸ τῶν καταλειφθέντων ὑπὸ
τῶν ἐμπόρων κεράμια η ὧν τὴν
συναγομένην τιμὴν ἐπεστάλη
Σαραπιάδης ὁ χειριστὴς λημματίσαι τοῦ μὲν πυροῦ ὡς τῆς
ἀρτάβης α δραχμὰς ιϛ, τοῦ δὲ οἴνου ὡς τοῦ
κεραμίου α δραχμὰς ιβ. ἔρρωσο καὶ δὸς
τὰς τοῦ πυροῦ ἀρτάβας δέκα
καὶ οἴνου κεράμια ὀκτώ, γίνονται πυροῦ ἀρτάβαι ι.
κεράμια η. ἔτους ζ Παχὼν λ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.