no image
DDbDP-text
Submission of Evidence of Circumcision via HGV-meta
Linked by Trismegistos ID
TM 15389.
Each record below describes this same artifact or text from a different angle.
Ἀννίῳ Ἀντωνείνῳ τῷ κρατίστῳ διέποντιδιαεποντι τὴν ἀρχιερωσύνην παρὰ Αὐρηλίου Ὀννώφριος Ὀννώφριος τοῦ Τεῶτος μητρὸς Σιν θεῦτος ἀπʼ Ὀξυρύγχων πόλεως πυραίθου καὶ παστοφόρου Ἀθηνᾶς Θοήριδος θεᾶς μεγίστης ἱεροῦ τοῦ ὄντος ἐν τῇ αὐτῇ πόλει. κα τὰ τὰ κελευσθέντα ὑπὸ σοῦ κ παρατίθεμαι τῷ ἀποστα λέντι ὀφφικιαλίῳ Αὐρηλίῳ Ζήνωνι ἱερᾶσθαί με ἐν τῷ προ κειμένῳ ἱερῷ καὶ περιτετμῆσθαι ἐκ συγχωρήσεως τῆς ἀρχιερωσύνης ἀκολούθως τῷ γενομένῳ ὑπομνή ματι οὗ τὸ ἀντίγραφον ἑξῆς ὑπέταξα πρὸς τὸ μηδὲν τὴν ἐπιμέλειάν σου λανθάνειν. ἔτους β Αὐτοκράτορος Καίσαρος Γαΐου Οὐϊβίου Τρεβωνιανοῦ Γάλλου καὶ Γαΐου ΟὐϊβίουΟὐβίου Ἀφινίου Γάλλου Οὐελδουμιανοῦ Οὐολουσιανοῦ Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν, Μεσορή. ἔστι δέ. ἔτους ε, Ἁθὺρ ε. Αὐρηλίου Ὀννώφριος Τεῶτος πυραίθου καὶ παστοφόρου προσαγαγόντος υἱὸν αὐτοῦ Αὐρήλιον Ὀννῶ φριν καὶ ἀξιώσαντος αὐτὸν περιτμηθῆναι, ἐπιδόντοςἐφειδόντος τε τὴν περὶ αὐτοῦ γραφεῖσανγραφιισαν ἐπιστολὴν ὑπὸ Αὐρηλίου Ἁρποκρατίωνος στρατηγοῦ Ὀξυρυγχείτου, Σαβεινιανὸς ἐκέλευσεν αὐτὴν ἅμα τοῖς ὑποκεκολλημένοιςὑποκεκολλημένος ἀναγνωσθῆ ναι. ἀναγνωσθείσης, Σαβεινιανός, κελεύσας τὸν παῖδα εσθαι, τῶν ἱερογραμματέων ἐπύθετο μή τι τῶν ἀπηγορευμένων ἢ ἄλλο τι σημεῖον ἐπὶ τοῦ σώ ματος ἔχει. εἰπόντων καθαρὸν καὶ ἄσημον, Σαβει νιανὸς διαδεχόμενος τὴν ἀρχιερωσύνην ὑποσημει ωσάμενος τῇ ἐπιστολῇ ἐκέλευσεν αὐτὸν περιτμηθῆναι. Αὐρήλιος Ὀννῶφρις Ὀννώφριος ἐπιδέδωκα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.