no image
DDbDP-text
Letter from Besarion to Apollonius via HGV-meta
Linked by Trismegistos ID
TM 15392.
Each record below describes this same artifact or text from a different angle.
κυρίῳ μου ἀδελφῷ Ἀπολλωνίῳ Βησαρίων χαίρειν. ὁ συνκάθεδρος τοῦ ἀπαλλαγέντος ἐπιστρατήγου ἅμα τινὶ ὀφφικιαλίῳ ἐλθὼν πρὸς ἡμᾶς ἔφησεν κτήνη τοῦ πρίγκιπος τοῦ ἡγεμόνος ἐνταῦθα εἶναι ἀριθμῷ δεκαπέντε οἷς χρῄ ζειν χόρτου μανδακίων πέντε καὶ γράμματα περὶ τοῦ παρασχεθῆναι χόρτον κεκομίσθαι Φιλιάρχῳ τῷ στρατηγῷ παρόντι γραφέντα ὑπὸ τοῦ πρίγκιπος. ἵνʼ οὖν προνοήσῃ τοῦ ἀποσταλῆναι ἐνταῦθα χόρτον γρά φω σοι. ἀλλὰ εὐθέως ποίησον ἀποσταλῆναι ἵνα μὴ διὰ τὴν αἰ τίαν ταύτην δόξωσίν τι μέμφεσθαι. ἔρρωσό μοι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.