no image
DDbDP-text
To Apia via HGV-meta
Linked by Trismegistos ID
TM 27846.
Each record below describes this same artifact or text from a different angle.
Ἀπίαι τῆι ἀδελφῆι χαίρειν. τῷ ἀναδιδόντι σοι τὸ ἐπιστόλιον Θη βαίῳ δὸς δραχμὰς κδ ὀφειλομένας αὐ τῷ, κομισαμένη ἀγκάλας ἀμ πελίνας α. παραδότωσαν δὲ τὴν σκάφην τῷ ὁρμοφύλακι σὺν κώπαις β καὶ κοντῷ καὶ ἀρμένῳ. κατέσχον ἕνα Θη βαῖον ἐπὶ τῷ χώματι, ᾧ πέμψεις ἄρτων δραχμὰς δ καὶ ἡμῖν χαλκόν. ἀσπάζομαι Σερῆνον τὸν ἀδελφὸν καὶ Πτολεμαῖον. περὶ τοῦ ἐπιστρατή γου δήλωσόν μοι. ἐρρῶσθαί σε εὔχομαι, ἀδελφή. κόμισαι παρὰ τοῦ Θηβαίου σάκ κον. ὃν πρότρεψαι ταχέως ἐλθεῖν, ἐπεὶ αὐτὸς ἐπὶ τῷ χώ ματι μέλλει μένειν. φησὶ δὲ εἰδέναι καὶ ἰχθύας θηρᾶν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.