no image
DDbDP-text
Application for the Transfer of Taxation via HGV-meta
Linked by Trismegistos ID
TM 15402.
Each record below describes this same artifact or text from a different angle.
μετὰ τὴν ὑπατείανὑπατίαν Φλαουίων Μαξίμου τὸ β καὶ Πατερίου τῶν λαμπροτάτων Ἁθὺρ ιζ. μερίδι τοῦ οἴκου τοῦ τῆς περιβλέπτου μνήμης Τιμαγένους διὰ ου καὶ Θεοδώρου βοηθῶν ἐξακτορίας τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως Αὐρήλιος Μουσαῖος Ἀρίωνος ἀπὸ τῆς αὐτῆς πόλεως· ἀποκουφίσατε ἀπὸ τοῦ ὀνόματος ἡμετέρου ὀνόματος ἐν τοῖς παρʼ ὑμῖν δημοσίοις χάρταις τοῦ ὀνόματος τοῦ ἐμοῦ πατρὸς Ἀρίωνος σιτικῆς ἰδιωτικῆς γῆς ἀρούρας πέντε ἥμισυ τέταρτον ὄγδοον, γίνονται ἄρουραι ε 𐅵 δ η, ἀπὸ κανόνος τῆς τεσσαρεσκαιδεκάτης ἰνδικτίονος καὶ αὐτὰςαὐτα σωματίσατε τῷ ὀνόματι Παύλου διασημοτάτου υἱοῦ ρου αὐτοῦ τελοῦντος τὰ ὑπὲρ αὐτῶν παντοῖα δημόσια τελέσματα ἀπὸ τῆς αὐτῆς τεσσαρεσκαιδεκάτης ἰνδικτίονος· καὶ πρὸς ἀσφάλειαν τοῦ δημοσίου ταῦτα πεποίημαι τὰ ἐπιστάλματα ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.