no image
DDbDP-text
Rescript of Valerian and Gallienus via HGV-meta
Linked by Trismegistos ID
TM 15346.
Each record below describes this same artifact or text from a different angle.
Αὐτοκράτωρ Καῖσαρ Πούπλιος Λικίννιος Οὐαλεριανὸς Εὐσεβὴς Εὐτυχὴς Σεβαστὸς καὶ Αὐτοκράτωρ Καῖσαρ Πούπλιος Λικίννιος Οὐαλεριανὸς Γαλλιηνὸς Εὐσεβὴς Εὐτυχὴς Σεβαστὸς ἱερονίκαιςἱερονείκαις τοῖς ἐν Ἀντινόου πόλει διὰ Σεπτιμίου Καλλικλέους. ἐπεὶ κατὰ τὸν ἕνα μὲν χρόνον δυοῖν ἀφαιρέσεων τῶν καλουμένων παρὰ Ἀλεξανδρεῦσι, τὸν τῶν πεντεκαίδεκά τε μηνῶν καὶ ἡμερῶν ἑπτὰ γενόμενον, τοὺς μὲν Ἀλεξανδρέας ἱερονίκαςἱερονείκας εἰληφέ ναι τὰς ἐπὶ τοῖς ἀγῶσι συντάξεις παρὰ τοῦ ταμείου φατέ, τὸ δὲ κατὰ τοὺς Ἀντινοέας ὑμᾶς ἐπεσχῆσθαι, πρόσιτε τῷ φίλῳ ἡμῶν καὶ ἐπάρχῳ τῆς Αἰγύπτου Μαγνίῳ Φήλικι παρεχόμενοι ταῦτα, ὅς, ἐὰν μηδενὶ λόγῳ τὸ καθʼ ὑμᾶς ἐπεσχημένον εὑρίσκῃ, προστάξει τὰς τοῦ ῥηθέντος χρόνου συντάξεις ἀποδο θῆναι καὶ εἰςἰς τὸ λοιπὸν ὑμῖν δίδοσθαι ὅσα καὶ διὰ παντὸς τοῦ πρόσθεν χρόνου τετυ χήκατε. ἀντίγραφον ἀντιγραφῆς Καίσαρος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.