no image
DDbDP-text
George to Theodorus via HGV-meta
Linked by Trismegistos ID
TM 37471.
Each record below describes this same artifact or text from a different angle.
αἰτῶ τὴν ὑμετέραν γνησίαν ἀδελφότητα τὸ ὁλαίγειονὁλαίγεον καρακάλλιν τὸ παλαιόν, ὅπερ ἔλαβεν ἀπὸ τοῦ κνάφεως, πέμψαι μοι διὰ Θεοδώρου τοῦ λαμπροτάτου μειζοτέρου, ἐπειδή, ὡς οἶδεν, ἠλλάγησαν οἱ ἀέρες. τὴν δὲ ὑγίειαν αὐτῆς καὶ τῶν παιδίων αἰτῶ αὐτὴν σημᾶναί μοι καὶ τὸ τί κελεύει ὁ κοινὸς δεσπότης ὁ ἐνδοξότατος ἀντιγεοῦχος ἕνεκεν τοῦ πεμφθῆναί με ἐν τῇ ἩρακλέουςἩρακλέυς, ἐπειδὴ πάνυ μεριμνῶ διὰ τὸ αὐτὸν γράφειν μοι συνεχῶς ἀποκαθαρίσαι τὸν λόγον μου ἐνταῦθα καὶ καταλαβεῖν τὴν Ὀξυρύγχων καὶ εἰ ἐκεῖ εἰσὶν ἀκμὴν οἱ Ἡρακλεοπολῖται . δεσπότῃ ἰδίῳ καὶ ἀδελφῷ Θεοδώρῳ κόμιτι μειζοτέρῳ Γεώργιος ἐπικείμενος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.