Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.58.3958
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
non transcribed ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν. βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους δ, Παχων ιγΠαχὼν , ἰνδικτίωνος β. Φλαουίῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων καὶ πατρικίῳ γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχὴν ἐγὼ Ἰωσὴφ ψάλτης τῆς φιλοπονίας τοῦ ἁγίου Θεοδώρου καὶ ἐνοικιολόγος τοῦ ἐνδόξου ὑμῶν οἴκου υἱὸς τοῦ τῆς εὐλαβοῦς μνήμης Βίκτορος γενομένου διακόνου καὶ εὐαγγέλου ἑξῆς ὑπογράφων ἰδίᾳ χειρὶ ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει συντεθεῖσθαί με πρὸς τὴν ὑμετέραν ὑπερφυείαν διὰ τῶν αὐτῇ διαφερόντων ἐπὶ ἕνα ἐνιαυτὸν λογιζόμενον ἀπὸ ἀρχῆς τῶν ἐνοικίων τῆς παρούσης δευτέρας ἰνδικτίωνος ἐπὶ τῷ ἐμὲ τὴν χώραν τοῦ ἐνοικιολόγου παρʼ αὐτῇ ἀποπληρῶσαι ἐν τοῖς προς πράγμασιν διακειμένοις κατὰ ταύτην τὴν Ὀξυρυγχιτῶν πόλιν ἀπὸ τε οἰκιῶν καὶ ἀποστάσεων καὶ ἄλλων προσηκόντων τῷ ἐνδόξῳ ὑμῶν οἴκῳ καὶ ἀνηκόντων τῇ ἐνοικιολογίᾳ καὶ τῇ ὑμετέρᾳ ὑπερφυείᾳ διὰ τῶν αὐτῇ προσηκόντων λόγῳ πάκτου τοῦ αὐτοῦ ἑνὸς ἐνιαυτοῦ χρυσοῦ νομίσματα ἑκατὸν εἴκοσι πέντε ἰδιωτικῷ ζυγῷ ταύτης τῆς πόλεως, τὸ δὲ κέρμα τὸ χορηγούμενον παρʼ ἐμοῦ τοῖς διαφέρουσιν τῷ ἐνδόξῳ ὑμῶν οἴκῳ ἀκολούθως τοῖς πρὸς ἐμὲ πιττακίοις κατὰ τριάκοντα δύο χίλια τοῦ νομίσματος ἑνὸς ἰδιωτικῷ ζυγῷ δίδεται. τὸ ἔλαιον τὸ ἐξ ἐμοῦ διδόμενον λ κατὰ τὴν κρατήσασαν συνήθειαν λαμβάνων τοὺς ἀγγαρευτὰς πρὸς το δώσω δὲ τοὺς λόγους μου πρὸς τὴν ὑμετέραν ὑπερφυείαν δι τοῦ πάκτου τῶν ἑκατὸν εἴκοσι πέντε νομισμάτων ἀριθμίων καὶ τὰ ἀπὸ τῶν λογοθεσιῶν ἀποπληρώσω κινδύνῳ ἐμῷ καὶ τῆς ἐμῆς ὑποστάσεως, ὑποθέμενος ἐπὶ τῷ δικαίῳ τούτου τοῦ συναλλάγματος πάντα μου τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα ἰδικῶς καὶ γενικῶς ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ. κύριον τὸ συνάλλαγμα δισσὸν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Ἰωσὴφ σὺν θεῷ ψάλτης καὶ ἐνοικιολόγος υἱὸς τοῦ τῆς εὐλαβοῦς μνήμης Βίκτορος γενομένου διακόνου καὶ εὐαγγέλου ὁ προγεγραμμένος πεποίημαιπεποίημε τοῦτοτουτω τὸτω συνάλλαγμασυναγμα τῆς ἀπὸ ἀρχῆς τῶν ἐνοικίων δευτέρας ἰνδικτίωνος καὶ ἀποδώσω τοῦ ὑπερ χρυσοῦ νομίσματα ἑκατὸν εἴκοσι πέντε ἰδιωτικῷ ζυγῷ κατὰ τὸν προκείμενον τρόπον ὡς πρόκειται. ὑπέγραψα χειρὶ ἐμῇἐμοῖ καὶ ἀπέλυσα. διʼ ἐμοῦ Ἰωάννου συμβολαιογράφου ἐτελειώθη. τ ιγ ἰνδικτίωνοςἰνδικτίωνος β ἔτους σϙ βνθ. συνάλλαγμα Ἰωσὴφ τοῦ εὐλαβεστάτου ψάλτου τῆς φιλοπονίας τοῦ ἁγίου Θεοδώρου καὶ ἐνοικιολόγου, υἱοῦ τοῦ τῆς εὐλαβοῦς μνήμης Βίκτορος γενομένου διακόνου καὶ εὐαγγέλου ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως.Cross-references (3)
- TM-Text 17940 primary
- DDbDP-Text p.oxy;58;3958 tier-1
- HGV-Text 17940 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.