no image
DDbDP-text
Diogenes an Eumathius via HGV-meta
Letter from Diogenes the advocate to Eumathios with requests for supplies and news. A private letter from Diogenes, an advocate (scholastikos) living away from home, to Eumathios at Oxyrhynchus. He complains of rarely receiving letters, asks for household goods and foodstuffs to be sent with the monthly provisions boat, and asks for news of people, of hay, irrigation works and rent collection. machine translation
Linked by Trismegistos ID
TM 33123.
Each record below describes this same artifact or text from a different angle.
[r]
τῷ δεσπότῃ μου Εὐμαθίῳ
Διογένης.
πολλὰς ἀποστέλλων ἐπιστολὰς διὰ πολλοῦ μόλις τὰ παρὰ σοῦ
πεμπόμενα γράμματα κομίζομαι, ἃ σπανίως ἀποστέλλεις.
ἀπέστειλα καὶ νῦν καὶ διὰ συμμάχου διαφέροντος Μέλανι τῷ
σπεκουλάτορι ἄλλας τρεῖς ἐπιστολάς. ἵνʼ οὖν ταύτας ὑποδέξῃ,
γράφω. τὰς ὑδρίας καὶ χύτρας καὶ βαυκάλεις μοι ἀπόστειλον
διὰ τοῦ φέροντος τὰ ἐπιμηνίδια πλοίου. περὶ Φιλαδέλφου
οὐδέν μοι ἔγραψας. πῶς διάγει; ποίησον Σαλιοῦν τὸν
ἀπὸ Τόκα δοῦναι σοι τὸ φαινόλιον Ἀθανασίου τοῦ βοηθοῦ, ἵνα
ἀποστείλῃς ἡμῖν ἐνταῦθα. καὶ κεράμιον τυρῶν
ἀποσταλήτω ἡμῖν. ἐλαίας ἀπόστειλον καὶ φακῆν
λελεπισμένην ὀλίγην καὶ σιτάριον ὀλίγον λελεπισμένον,
τοσοῦτον ὅσον καὶ πέρυσι ἀπεστάλη. τὰς κεραίας τοῦ
κραβάκτου μοι ἀπόστειλον. πολλάκις σοι ἔγραψα ἵνα μοι δηλώσῃς
περὶ Θεοδώρου, εἰ ἐπαύσατο ἀλγῶν τὸν ὀδόντα. εἰ ἐλάβετε τὸν χόρτον
τῆς Ἀδέου τὸν Κορνηλίου, δήλωσόν μοι, καὶ περὶ τοῦ λάκκου καὶ περὶ
θερινῶν ἔργων ἐν ταῖς μηχαναῖς καὶ εἰ οἱ φόροι συνεπληρώθησαν.
πῶς διάγει ἡ Διονυσία; ἐρρῶσθαί σε πολλοῖς
χρόνοις εὔχομαι,
κύριέ μου.
[v]
τῶι δεσπότῃ μου ἐν Ὀξυρύγχῳ Εὐμαθίωι Διογένης σχολαστικόςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.