no image
DDbDP-text
Theodorus to Canopus via HGV-meta
Letter of condolence and invitation from Theodoros to Kanopos. A private letter from Theodoros to Kanopos, offering condolences on the death (or misfortune) of Makaria, a woman of his household, and inviting him to come to Neson with Valentinus. Theodoros also asks him to bring garments for fulling and reassures him about grain. Fifth century AD, Herakleopolite nome. machine translation
Linked by Trismegistos ID
TM 35213.
Each record below describes this same artifact or text from a different angle.
[r]
κυρίῳ μου ἀληθῶς τιμιωτάτῳ ἀδελφῷ Κανώπῳ,
Θεόδωρος.
πάνυ ἐλυπήθημεν ἀκούσαντές τι παθεῖν Μακαρίαν
τὴν σὴν ἐλευθέραν, καὶ οὐκ ἀλόγως τοσοῦτον ὁ υἱός σου
Γρατιανὸς ἐπόθησεν αὐτήν, καὶ ἔτι δὲ οἱ
ἄλλοι αὐτῆς υἱοί. πλὴν τί δυνάμεθα ποιῆσαι
πρὸς τὸ ἀνθρώπινον; καταξίωσον οὖν σαυτὸν
παραμυθήσασθαι καὶ σκυλμὸν ὑπομεῖναι καὶ
ἐλθεῖν πρὸς μὲ μετὰ τοῦ κυρίου μου Οὐαλεντίνου
ἐν τῇ Νήσων. χρείαν γὰρ ἔχω τῆς εὐγενείας σου καὶ πάλιν
ποιῶ σε διὰ σκάφους προπεμφθῆναι. μὴ οὖν
ὀκνήσῃς, ὅτι ἀνάβασίς ἐστιν. ἐρχόμενος δὲ καταξίωσον
ἐνέγκαι ὅσα ἔχεις γνάψιμα. εἰσὶν δέ· στιχάριον
Ναθαναῆλ, ῥάχνη λευκή, στιχάριον Συγκλητικῆς,
μαφόριον τῆς Κύρας, στιχάριον Κύρας.
προσαγορεύω Δίδυμον καὶ Φιλόξενον
καὶ πάντας τοὺς σούς.
ἐρρῶσθαί σε εὔχομαι
χρόνοις πολλοῖς, κύριε
τιμιώτατε ἄδελφε.
περὶ τοῦ σίτου μὴ ἀμφίβαλλε. ἐγὼ οὐκ
ἔπεμψα αὐτὸν ἵνα σοὶ ἐλθόντι παραμετρηθῇ.
[v]
κυρίῳ μου ἀληθῶς τιμιωτάτῳ ἀδελφῷ Κανώπῳ
Θεόδωρος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.