Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.6.909

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Αὐρήλιος Πτολλίων Πτολλίωνος ἀπʼ Ὀξυρύγχων πόλεως ἐπίτροπος ἀφηλίκων τέκνων Ἀπολλωνίου τοῦ καὶ Διδύμου Ὀνησᾶτος καὶ ἡ τῶν ἀφηλίκων μήτηρ καὶ ἐπακολου θήτρια Αὐρηλία Εὐδαιμονὶς Ἀντινόου τοῦ καὶ Ἑρμοῦ Ἀντινοὶς χωρὶς κυρίου χρη ματίζουσα κατὰ τὰ Ῥωμαίωνκατὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ Αὐρηλίοις Σερήνῳ υἱῷ Αὐρηλίου Ἀμμωνίου ἐξηγητεύσαντοςεξηγητησαντος τῆς Ὀξυρυγ χειτῶν πόλεως καὶ Σερήνῳ Σερήνου καὶ Θεωνᾶτι χρηματίζοντι μητρὸς Τααρμιύσιος καὶ Σωτηρίχῳ Διδύμου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογοῦμεν πεπρακέναι ὑμῖνὑμεῖν τοῖς τέσσαρσι ἐξ ἴσου τὰς οὔσας ἐπὶ χώματος ἀμπελικοῦ κτήματος νεοφύτου τῶν ἀφηλίκων περὶ κώμην Σενέπτα ἀκάνθας ἀριθμῷ τελείας δεκατέσσαρας τιμῆςτειμῆς τῆς συμ πεφωνημένης πρὸς ἀλλήλους ἀργυ ρίου δραχμῶν χιλίωνχειλίων διακοσίων , αἳ προσ εχώρησαν εἰς συνωνὴν πυροῦ χωρή σαντοςχωρησαντα ὑπὲρ μετρημάτων τῆς προκει μένης ἀμπέλου χρόνων θεοῦ ΚομμόδουΚομόδου ἐπὶ τῷ ὑμᾶς τὴν τῶν προκειμένων ἀκαν θῶν ἀναβολὴν ἐξ ἐπιρρίζωνἐπιρίζων καὶ ἄρσιν ταῖς ὑμῶν δαπάναις ποιήσασθαι ὁπόταν αἱρῆσθεαἱρῆσθαι, ἐπάναγκον δὲ μέχρι τοῦ Μεσορὴ τοῦ ἐνεστῶτος δ ἔτους, καὶ μετὰ τὴν τῶν ἀκανθῶν ἀναβολὴν καὶ ἄρσιν τὸν κόσμον τῶν τό πων τὸ ἴσον ποιήσασθαι ἡμᾶς τε κατὰ τὸ ἥ μισυ καὶ ὑμᾶς τοὺς πεπρακότας κατὰ τὸ ἕτερον ἥμισυ καθὼς ἐπὶ τούτοις ἐστάθη, καὶ ἐπερω τηθέντεςἐπηρωτηθέντες ὡμολογήσαμεν. κυρία ἡ πρᾶσις δισσὴ γραφεῖσα. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Τῦβι ιε. Αὐρήλιος Πτολλίων Πτολλίωνος μετʼ ἐπα κολουθητρίας τῆς μητρὸς

Translations (1)

EN scholarly · from P.Oxy. 6
Signature of Aurelius Ptollion.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.