no image
DDbDP-text
Letter of Nicanor via HGV-meta
Linked by Trismegistos ID
TM 28339.
Each record below describes this same artifact or text from a different angle.
Νεικάνωρ Νιννά ρῳ τῶι ἀδελφῷ χαίρειν. εἰδώς σου τὸ σπουδαῖονσπουδε͂ον τὸ πρὸς πάντας καὶ νῦν ἓν τοῦτό μοιμε ὑπη ρετήσεις. καλῶς ποιή σεις ἀπαιτήσας Τιθό ιν τὸν ναυτικὸν δύμα καρυΐνουκαροινου χιτῶνος ἐν ᾧ λίνον καὶ λέν τιον τριβακόν, καὶ ἔρια, ταῦτα δὲ πάντα συν ενῆνσυνενηι εἰς τὸν χιτῶνα τὸν καρύϊνονκαροϊνον καὶ ἐσφραγίσθη γῇ λευκῇ, καὶ σὺν τού τῳ ἄλλα δύματα πάν τα, ὡς εἶναι ἐπὶ τὸ αὐτὸ ἀριθμῷ ἕξ , ἀποκαταστῆ σαί μοι εἰς Ὀξυρυγχείτην ἐξ ὧν ἔσχον τὰ προκεί μενα πάντα. διὸ γράφω σοι, ἀδελφέ, ἵνʼ εἰ ἀλλότριά ἐστιν εἴδῃςἴδῃς, ἐρεῖς δέ μοι ἐν τάχει περὶ τούτου. ἐρρῶσθαι σε εὔχομαι. Νιννάρῳ οἰκονόμῳ Ἀπίωνος στρατηγοῦ παρὰ Νεικάνορος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.