no image
DDbDP-text
Financial Report to the Strategus via HGV-meta
Linked by Trismegistos ID
TM 22569.
Each record below describes this same artifact or text from a different angle.
[column 1]
μετὰ τὴν ὑπατείαν Φλαουίων Σεργίου καὶ Νιγρινιανοῦ τῶν λαμπροτάτων.
Φλαουΐῳ Παιανίῳ στρατηγῷ Ὀξυρυγχίτου
παρὰ Αὐρηλίου Κολοβοῦ Θεοδώρου βουλευτοῦ τῆς αὐτῆς πόλεως
διαδότου φρουρίου κάστρων Ψώβθεως τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐπιζητοῦντι σοι τὸν λόγον τῆς γεγενημένης ὑπʼ ἐμοῦ
παραλήμψεως καὶ παραδόσεως ἐπὶ τοῦδε τοῦ μηνὸς Θὼθ
καὶ Φαῶφι, ἀναγκαίως ἑξῆς ἐντάξας ἐπιδίδωμι ἵνʼ
εἰδέναι ἔχοι σου ἡ ἐμμέλεια. ἔστι δέ. ι ἰνδικτίωνος
λοιπογραφούμεναι ἀπὸ λόγου μηνὸς Μεσορὴ σίτου ἀρτάβαι σλϛ 𐅵 δ
καὶ προσεγένετο τῷδε τῷ λόγῳ ἀρτάβαι ϙβ 𐅷
ὧν
πολιτῶν ἀρτάβαι ια
ὧν
Πλουτιανὸς Εὐδαίμονος ἀρτάβαι θ
…αινα διὰ Ἀφυγχίου ἀρτάβαι β
γίνονται αἱ προκείμεναι.
κωμητῶν ὁμοίως ἀρτάβαι να 𐅷
ὧν
β πάγου Σαδάλου διὰ Ἰσὰκ Ἀμόϊτος ἀρτάβαι κδ
γ πάγου Σύρων διὰ Παπνουτίου Παποντῶτος ἀρτάβης 𐅷
ζ πάγου Ἴστρου διὰ Κοπρέως στρατιώτου ἀρτάβαι γ
η πάγου Τήεως διὰ Ἀνουβίωνος πρίγκιπος ἀρτάβαι κδ
γίνονται αἱ προκείμεναι.
ταμ ϛ πάγου Πακέρκη Σενοπώθεως
διὰ Διογένους πορθμαρίου ἀρτάβαι λ
γίνονται ὁμοῦ σὺν λοιπογραφουμέναις ἀρτάβαι τκθ γ ιβ
[column 2]
κριθῆς ὁμοίως λημμάτων
λοιπογραφούμεναι ἀπὸ λόγου μηνὸς Μεσορὴ ἀρτάβαι σοβ γ
καὶ προσεγένετο τῷδε τῷ λόγῳ ἀρτάβαι σο
ὧν
πολιτῶν ἀρτάβαι σι 𐅵
ὧν
Μακρόβιος ἀπὸ ἡγεμονιῶν καὶ Φλάουιος Κρησκέντιος ἀρτάβαι ρμ
Ἱερακοῦς ἡ καὶ Δημητρία ἀρτάβαι ιθ 𐅵
Ὡριγενία θυγάτηρ Φιλοξένου ἀρτάβαι η
Ἀχιλλεὺς Φιλοσεράπιδος ἀρτάβαι ιη
Ἀπολλώνιος Δημητρίου ἀρτάβαι ϛ
Σαραπίων ὁ καὶ Κτήσων καὶ Εὐήθιον ἀδελφή ἀρτάβαι β
Παῦλος Σερήνου διὰ Ὡρίωνος γραμματέως ἀρτάβαι ε
Εὔπορος Εὐπορίωνος ἀρτάβαι γ
Πλουτιανὸς Εὐδαίμονος ἀρτάβαι ε
Σοφία Δημητρίου διὰ Θεοδώρου παρέδρου ἀρτάβαι δ
γίνονται αἱ προκείμεναι.
κωμητῶν ὁμοίως λημμάτων ἀρτάβαι νγ 𐅵
ὧν
β πάγου Σαδάλου διὰ Ἰσὰκ Ἀμόιτος ἀρτάβαι θ
γ πάγου ἀρτάβαι λβ 𐅵
ὧν
Ἐπισήμου διὰ Ὥρου Α…υτος ἀρτάβαι κ
Σύρων διὰ Ἀπόλλωνος Στρουθοῦ ἀρτάβαι ιβ 𐅵
ζ πάγου Ἴστρου διὰ Πα… καλαμέως ἀρτάβαι ιβ
γίνονται αἱ προκείμεναι.
ταμ ϛ πάγου Πακέρκη Σενοπώθεως διὰ Διογένους ἀρτάβαι ϛ
γίνονται ὁμοῦ σὺν λοιπογραφουμέναις ἀρτάβαι φμβ γSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.