no image
DDbDP-text
Receipts for Deliveries of Grain via HGV-meta
Linked by Trismegistos ID
TM 12546.
Each record below describes this same artifact or text from a different angle.
[r,1]
Αὐρήλιοι Παντῆλ καὶ Ἀτῖσις καὶ Δημήτριος
ὑποδέκται κώμης Καρανίδος Αὐρηλίῳ
Ἀιῶνι Σαραπίωνος ἀπὸ τῆς αὐτῆς
κώμης χαίρειν. ἔσχομεν παρά σου
ὑπὲρ τετάρτης ἰνδικτίονος σίτου
ἀρτάβας δέκα ὀκτὼ ἀρτάβας ιη μόνας.
Ἄππινος σεσημείωμαι.
[r,2]
Ἐπὶφ κϛ παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου
ἐν ὅρμῳ πόλεως ὑπὲρ τρίτης νέας ἰνδικτίονος
κωμητῶν Καρανίδος κριθῶν ἀρτάβας
τριάκοντα δύο ἥμισυ τρίτον δωδέκατον
ἀρτάβας λβ 𐅵 γ ιβ μόνας. Ἠλίας διʼ ἐμοῦ Ῥωμανοῦ
σεσημείωμαι κριθῶν ἀρτάβας τριάκοντα δύο
ἥμισυ τρίτον δωδέκατον μόνας.
Θὼθ κα. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου
ἐν ὅρμῳ πόλεως ὑπὲρ τετάρτης
ἰνδικτίονος κωμητῶν Καρανίδος
κριθῶν ἀρτάβας εἴκοσι τρίτον δωδέκατον ἀρτάβας κ γ ιβ μόνας.
Ἠλίας διʼ ἐμοῦ Παύλου σεσημείωμαι.
Αὐρήλιοι Παντῆλ καὶ Ἀτῖσις καὶ Δημήτριος
ὑποδέκται κώμης Καρανίδος Αὐρηλίῳ
Ἀιῶνι Σαραπίωνος ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν.
ἔσχομεν παρά σου ὑπὲρ τετάρτης ἰνδικτίονος
πυροῦ καθαροῦ ἀρτάβας δέκα τέσσαρας δίμοιρον
ἀρτάβας ιδ 𐅷 μόνας. Ἄππινος σεσημείωμαι.
[r,3]
Θὼθ ιθ. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου ὑπὲρ ἑκκαιδεκάτης
ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας
ὀγδοήκοντα μίαν ἀρτάβας πα μόνας. Μακάριος καὶ Οὐράνιος
διʼ ἐμοῦ Κυρίλλου σεσημείωμαι ἀρτάβας ὀγδοήκοντα μίαν μόνας.
Αὐρήλιοι Ἀτίσιος Ἀντωνίου καὶ ΣαβῖνοςἈτισίου
ὑποδέκται Καρανίδος Αὐρηλίῳ Οὐαλερίῳ Ἀντιουρίου·
ἔσχον παρά σου ὑπὲρ λόγων Δημητρίου κριθῶν
ἀρτάβας ὀκτὼ ἀρτάβας η μόνας. Παλήμων ἔγραψα.
Θὼθ ιθ. παρήνεγκεν Οὐενάφριος Πτολλᾶ ὑπὲρ ἑκκαιδεκάτης
ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ
ἀρτάβας ἑπτὰ ἥμισυ τρίτον δωδέκατον ἀρτάβας ζ 𐅵 γ ιβ μόνας.
Μακάριος καὶ Οὐράνιος διʼ ἐμοῦ Κυρίλλου σεσημειώμεθα
ἀρτάβας ἑπτὰ ἥμισυ τρίτον δωδέκατον μόνας.
[r,4]
Ἐπὶφ κγ. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου
ἐν ὅρμῳ πόλεως ὑπὲρ δευτέρας
ἰνδικτίονος κωμητῶν Καρανίδος
κριθῶν ἀρτάβας δώδεκα, κριθῶν ἀρτάβας ιβ μόνας.
Σαραπίων σεσημείωμαι κριθῶν ἀρτάβας δώδεκα
Ἄμμων σιτομέτρης ἐμετρησάμην.
Ἐπὶφ κϛ. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου ἐν ὅρμῳ πόλεως
ὑπὲρ δευτέρας ἰνδικτίονος κωμητῶν Καρανίδος
κριθῶν ἀρτάβας τρεῖς, κριθῶν ἀρτάβας γ μόνας.
Σαραπίων σεσημείωμαι κριθῶν ἀρτάβας τρεῖς
Ἄμμων σιτομέτρης ἐμετρησάμην.
Αὐρήλιος Ἰσίδωρος Καναοῦτ καὶ Ἀτῖσις
Ἀντωνίου ὑποδέκται Καρανίδος
Αὐρηλίῳ Ἀιῶνι Σαραπίωνος χαίρειν.
ἔσχομεν παρά σου ὑπὲρ δευτέρας
ἰνδικτίονος κριθῆς ἀρτάβας δύο ἥμισυ ἀρτάβας β 𐅵 μόνας.
Αὐρήλιος Ἀντωνῖνος ἔγραψα.
[v]
χειρόγραφον κριθῶν ιδ ἰνδικτίονος
Διοσκορίωνος Ἀνίνου καὶ
Ἠλία Δωροθέου βουλευτῶν ἐπιμελητῶν
κριθῶν ἀρτοποιίας μηνὶ
Ἁθὺρ λ τῆς ιδ ἰνδικτίονος
κωμητῶν Καρανίδος διὰ
Οὐαλερίου Ἀντιουρίου ἀρτάβας η 𐅵 μόνας.
χειρόγραφον κριθῶν ἐν χρόνοις ιε ὑπὲρ
ιδ ἰνδικτίονος Διογένους Εὐλογίου
ἐπιμελητοῦ κριθῶν ἀρτοποιίας
μηνὶ Παχὼν ζ τῆς ιε ὑπὲρ ιδ ἰνδικτίονος
κωμητῶν Καρανίδος διὰ
Οὐαλερίου Ἀντιουρίου ἀρτάβας κγ μόνας.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.