no image
DDbDP-text
Receipts for Deliveries of Grains, etc. via HGV-meta
Linked by Trismegistos ID
TM 12483.
Each record below describes this same artifact or text from a different angle.
[r,1]
Μεσορὴ ἐπαγομένων ε. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου
ὑπὲρ ἑνδεκάτης ια ἰνδικτίονος κωμητῶν Καρανίδος
πυροῦ καθαροῦ ἀρτάβας εἴκοσι ἓξ ἥμισυ δωδέκατον
ἀρτάβας κϛ 𐅵 ιβ μόνας. Ἡρώδης καὶ Οὐράνιος καὶ Κλημάτιος σεσημειώμεθα.
Ἐπεὶφ θ. παρήνεγκεν Ἀειῶν Σεραπίωνος κωμητῶν
Καρανίδος ὑπὲρ δωδεκάτης ἰνδικτίωνος
κρέως λίτρας ἕνδεκα λίτρας ια μόνας. Ἠλίας
διʼ ἐμοῦ Σερηνιανοῦ σεσημείωμαι.
Παῦνι ια ἀρτάβας νε 𐅷.
Παῦνι ια. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου ἐν ὅρμῳ
Λευκογίου εἰς πλοῖον Ἀλεξανδρ… ὑπὲρ τρεισκαιδεκάτης
ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας
πεντήκοντα πέντε δίμοιρον ἀρτάβας νε 𐅷 μόνας
καὶ εἰς πλοῖον Πα…ικα ὁ αὐτὸς πυροῦ καθαροῦ ἀρτάβας
εἴκοσι μίαν δίμοιρον ἀρτάβας κα 𐅷 μόνας. Ἰσίδωρος σεσημείωμαι.
καὶ τῇ ιζ. ὁμοίως ὁ αὐτὸς Οὐαλέριος Ἀντιουρίου
ὑπὲρ τῆς αὐτῆς ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας
δέκα ὀκτὼ ἕκτον ἀρτάβας ιη ϛ μόνας. Ἰσίδωρος σεσημείωμαι.
[r,m]
κατέβαλεν Ἀιῶν Σαραπίωνος
διὰ Σαβίνου κεφαλαιωτοῦ ὑπὲρ
δωδεκάτης ἰνδικτίονος
κριθῆς ἀρτάβας
δύο ἀρτάβας β μόνας.
[r,2]
Παῦνι κε. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου ἐν ὅρμῳ
Λευκογίου εἰς πλοῖον Γενναδίου ὑπὲρ τρεισκαιδεκάτης
ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας
δέκα δύο ἕκτον ἀρτάβας ιβ ϛ μόνας. Ἰσιδωρος σεσημείωμαι.
Μεσορὴ ι. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου ἐν ὅρμῳ
Λευκογίου εἰς πλοῖον Ἄμμωνος ὑπὲρ δωδεκάτης
ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας
ἑπτὰ ἥμισυ δωδέκατον ἀρτάβας ζ 𐅵 ιβ μόνας.
Ἰσίδωρος σεσημείωμαι.
Μεσορὴ ιθ. παρήνεγκεν Ἀιῶν Σαραπίωνος
ἐν ὅρμῳ Λευκογίου ὑπὲρ δωδεκάτης ἰνδικτίονος
κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας
δύο ἥμισυ τρίτον ἀρτάβας β 𐅵 γ μόνας.
Εὐδαίμων καὶ Δημῆτρις σεσημειώμεθα ἀρτάβας
δύο ἥμισυ τρίτον μόνας.
Παππίων ἐμετρησάμην.
Ἁθὶρ κ. παρήνεγκενἈιῶν Σαραπίωνος ὑπὲρ
τρεισκαιδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος ἀχύρου
λίτρας ἑκατὸν εἴκοσι λίτρας ρκ. Διοσκορίδης διʼ ἐμοῦ
Συρίωνος σεσημείωμαι.
καὶ διὰ Οὐαλερίου Ἀντιουρίου λίτρας ἑκατὸν εἴκοσι λίτρας ρκ
Διοσκορίδης διʼ ἐμοῦ Συρίωνος σεσημείωμαι.
[r,3]
ἐπαγομένον δ. παρήνεγκεν Ἀιῶν Σαραπίωνος
κωμητῶν Καρανίδος ὑπὲρ τρεισκαιδεκάτης
ἰνδικτίονος ἀχύρου λίτρας ἑξακοσίας μόνας.
Πολίων σεσημείωμαι.
Θὼθ η. παρήνεγκεν Ἀιῶν Σαραπίωνος
κωμητῶν Καρανίδος ὑπὲρ τρεισκαιδεκάτης
ἰνδικτίονος ἀχύρου λίτρας ἑκατὸν δέκα λίτρας ρι
μόνας. Πωλίων σεσημείωμαι.
Θὼθ α. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου ἐν ὅρμῳ Λευκογίου ὑπὲρ κωμητῶν Καρανίδος ὑπὲρ
τρεισκαιδεκάτης ἰνδικτίωνος κριθῶν ἀρτάβας ἓξ ἀρτάβας ϛ.
Παππίων ἐμετρησάμην
Σαβῖνος Μυὸς χρυσίου νομισμάτιων ἓν ὑπὲρ λίνου.
κατέβαλεν Οὐαλέρις Ἀντιουρίου διὰ Κάστορος Πτολεμέου
ὑπὲρ τρεισκαιδεκάτης ἰνδικτίονος κριθῆς ἀρτάβας τρεῖς ἥμισυ
ἀρτάβας γ 𐅵 μόνας. Ἀμῶνις σεσημείωμαι.
[r,4]
Θὼθ ιγ. παρήνεγκεν Ἀιῶν Σαραπίωνος
ὑπὲρ τρεισκαιδεκάτης ἰνδικτίωνος
κωμητῶν Καρανίδος κριθῶν
ἀρτάβας δέκα ὀκτὼ ἥμισυ, κριθῶν ἀρτάβας ιη 𐅵
μόνας. Ἐπιφάνιος σεσημείωμαι.
Χοίακ ι. παρήνεγκεν Ἀειῶν Σαραπίωνος ὑπὲρ
κωμητῶν Καρανίδος ἐν ὅρμῳ Λευκογίου εἰς στατιῶνα Πτευκαου
ὑπὲρ τρεισκαιδεκάτης ἰνδικτίωνος κριθῶν
ἀρτάβας τρεῖς ἕκτον ἀρτάβας γ ϛ μόνας. Μωσῆς
ἐμετρησάμην καὶ ἑτέρας ἀποχῆς μὴ ἐπιφερομένης.
Ἐπεὶφ κϛ. παρήνεγκεν Ἀπφοῦς Παιανοῦ ὑπὲρ τεσσαρεσκαιδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας τρεῖς ἀρτάβας γ μόνας.
Μακάριος καὶ Ἡρώδης ὑποδέκται ὅρμου πόλεως ἐμετρησάμεθα.
καὶ τῇ κη. ὁ αὐτὸς Ἀπφοῦς Παιανοῦ ὑπὲρ τεσσαρεσκαιδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ
καθαροῦ ἀρτάβας πέντε ἥμισυ τέταρτον ἀρτάβας ε 𐅸 μόνας.
Μακάριος καὶ Ἡρώδης ὑποδέκται ὅρμου πόλεως σεσημειώμεθα
ἀρτάβας πέντε ἥμισυ τέταρτον.
[r,5]
Ἐπεὶφ κϛ. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου ὑπὲρ τεσσαρεσκαιδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος
πυροῦ καθαροῦ ἀρτάβας ἑξήκοντα μίαν τρίτον
δωδέκατον ἀρτάβας ξα γ ιβ μόνας. Μακάριος καὶ Ἡρώδης
ὑποδέκται ὅρμου πόλεως ἀρτάβας ἑξήκοντα μίαν
τρίτον δωδέκατον ἐμετρησάμεθα.
καὶ τῇ κη. ὁ αὐτὸς Οὐαλέριος Ἀντιουρίου ὑπὲρ τεσσαρεσκαιδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος
πυροῦ καθαροῦ ἀρτάβας ἓξ ἀρτάβας ϛ μόνας. Μακάριος καὶ Ἡρώδης
ὑποδέκται ὅρμου πόλεως ἀρτάβας ἓξ ἐμετρησάμεθα
καὶ Μεσορὴ ιγ. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου ὑπὲρ τεσσαρεσκαιδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος
πυροῦ καθαροῦ ἀρτάβας ἓξ ἀρτάβας ϛ μόνας. Μακάριος
ὑποδέκτης ὅρμου πόλεως ἐμετρησάμην.
Ἐπεὶφ κθ. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου κωμητῶν
Καρανίδος ὑπὲρ τεσσαρεσκαιδεκάτης
ἰνδικτίονος κρέως λίτρας τριάκοντα πέντε λίτρας λε μόνας.
Ἠλίας σεσημείωμαι κρέως λίτρας τριάκοντα πέντε μόνας.
[r,6]
Ἐπεὶφ ιϛ. παρήνεγκεν Ἀιῶν Σαραπίωνος ὑπὲρ τεσσαρεσκαιδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος
κριθῶν ἀρτάβας δέκα ἑπτὰ ἥμισυ ἀρτάβας ιζ 𐅵 μόνας. Μακάριος
καὶ Ἡρώδης ὑποδέκται ὅρμου πόλεως κριθῶν ἀρτάβας
δέκα ἑπτὰ ἥμισυ ἐμετρησάμεθα.
Ἐπεὶφ ιγ. παρήνεγκενΟὐαλέριος Ἀντιουρίου ὑπὲρ
πεντεκαιδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος
κριθῶν ἀρτάβας ἓξ ἀρτάβας ϛ μόνας.
Ἠλίας διʼ ἐμοῦ Ῥωμανοῦ σεσημείωμαι ἀρτάβας ἓξ μόνας.
Μεσορὴ ιγ. παρήνεγκεν Ἀιῶν Ἀειλῶνος ὑπὲρ τεσσαρεσκαιδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος
πυροῦ καθαροῦ ἀρτάβην μίαν ἥμισυ τέταρτον ἀρτάβην α 𐅸 μόνην.
Μακάριος ὑποδέκτης ὅρμου πόλεως ἐμετρησάμην.
Παχὼν ιγ. κατέβαλεν Ἀιῶν Σαραπίωνος
ἐν ὅρμῳ Λευκογίου ἐν πλοίῳ Ἀπάμμωνος
ὑπὲρ τεσσαρεσκαιδεκάτης ἰνδικτίονος
κωμητῶν Καρανίδος πυροῦ
καθαροῦ ἀρτάβας τρεῖς ἀρτάβας γ μόνας.
διʼ ἐμοῦ Ἄμμωνος Σουχιδᾶς σεσημείωμαι.
ἑτέρας ἀποχῆς ἢ ἐνταγίου μὴ ἐπιφερομένων τῶν
προκιμένων τῷ πλοίῳ ἀρταβῶν τριῶν.
[r,7]
Θὼθ […]. κατέβαλεν Ἀιῶν Σαραπίωνος
ἐν ὅρμῳ Λευκογίου εἰς πλοῖονἘπιτιμίου
Ψάει ὑπὲρ τεσσαρεσκαιδεκάτης ἰνδικτίονος
κωμητῶν Καρανίδος πυροῦ καθαροῦ
ἀρτάβας ἓξ δωδέκατον ἀρτάβας ϛ ιβ μόνας.
διʼ ἐμοῦ Ἄμμωνος Σουχιδᾶς σεσημείωμαι.
Μεσορὴ κγ. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου ὑπὲρ πεντεκαιδεκάτης
ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας
πεντήκοντα τέσσαρας τρίτον δωδέκατον ἀρτάβας νδ γ ιβ μόνας.
Σαραπίον σεσημείωμαι ἀρτάβας πεντήκοντα τέσσαρας
τρίτον δωδέκατον.
Μεσορὴ κε. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου κωμητῶν
Καρανίδος ὑπὲρ πεντεκαιδεκάτης ἰνδικτίονος
κριθῶν ἀρτάβας εἴκοσι τρεῖς ἥμισυ δωδέκατον ἀρτάβας κγ 𐅵 ιβ μόνας.
Διογένης πρόεδρος διʼ ἐμοῦ Γομοθεα σεσημείωμαι.
ἐπαγομένων γ. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου ὑπὲρ ἑνδεκάτης ἰνδικτίονος
ια κωμητῶν Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας δύο ἥμισυ τρίτον
δωδέκατον ἀρτάβας β 𐅵 γ ιβ μόνας. Σαραπίον σεσημείωμαι ἀρτάβας δύο ἥμισυ
τρίτον δωδέκατον. ἐπαγομένων ε. παρήνεγκεν Οὐαλέριος
Ἀντιουρίου ὑπὲρ ἑνδεκάτης ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ
καθαροῦ ἀρτάβας δύο ἥμισυ δωδέκατον ἀρτάβας β 𐅵 ιβ μόνας. Σαραπίον σεσημείωμαι
σίτου ἀρτάβας δύο ἥμισυ δωδέκατον.
[r,8]
Μεσορὴ κ. παρήνεγκεν Οὐαλέριος
Ἀντιουρίου ὑπὲρ πεντεκαιδεκάτης
ἰνδικτίονος κωμητῶν Καρανίδος πυροῦ
καθαροῦ ἀρτάβας τριάκοντα ἓξ τρίτον δωδέκατον
ἀρτάβας λϛ γ ιβ μόνας, ἐνταγίου μὴ
ἐπιφερομένου. Οὐράνιος ὑποδέκτης
ὅρμου πόλεως σεσημείωμαι ἀρτάβας τριάκοντα ἓξ τρίτον δωδέκατον μόνας.
Χοίακ ε. κωμητῶν Καρανίδος Ἀιῶν Σαραπίωνος Ἀτισίῳ
καὶ Σαβίνῳ ὑποδέκταις ὅρμου Λευκωγίου ὑπὲρ πεντεκαιδεκάτης
ἰνδικτίονος πυροῦ καθαροῦ ἀρτάβας πέντε ἥμισυ δωδέκατον ἀρτάβας ε 𐅵 ιβ μόνας.
κατέβαλεν Ἀιῶν Σαραπίωνος διὰ Σαβίνου καὶ Ἀτισίου
ὑποδεκτῶν
ὑπὲρ τῆς αὐτῆς ἰνδικτίονος πυροῦ καθαροῦ ἀρτάβας ἐννέα ἀρτάβας θ μόνας.
[…]μις διʼ ἐμοῦ Ἀμμονίου ὑπὲρ τῆς αὐτῆς ἰνδικτίονος
χρυσίου νομισμάτιον ἓν νομισμάτιον α, ἀρτάβας ὀκτὼ ἀρτάβας η μόνας. Ἀμῶνις σεσημείωμαι.
[r,9]
ἐπαγομένων γ. παρήνεγκεν Οὐενάφρις Πτολλᾶ
ὑπὲρ πεντεκαιδεκάτης ἰνδικτίονος κωμητῶν
Καρανίδος πυροῦ καθαροῦ ἀρτάβας δύο ἥμισυ τρίτον
δωδέκατον ἀρτάβας β 𐅵 γ ιβ μόνας. Σαραπίον σεσημείωμαι
ἀρτάβας δύο ἥμισυ τρίτον δωδέκατον.
Αὐρήλιος Ἀβοῦς καὶ Σαβῖνος Ἀτισίου
ἀποδέκται Αὐρηλίῳ Οὐαλερίῳ Ἀντιουρίου χαίρειν· ἔσχον παρά σου ὑπὲρ
πεντεκαιδεκάτης ἰνδικτίονος πυροῦ καθαροῦ
ἀρτάβην μίαν ἀρτάβην α μόνην. Παλήμων ἔγραψα.
Φαῶφι ιϛ. παρήνεγκεν Οὐαλέριος Ἀντιουρίου ἐν ὅρμῳ Λευκογίου ὑπὲρ πεντεκαιδεκάτης ἰνδικτίωνος
κωμητῶν Καρανίδος εἰς πλοῖον Ἀλεξάνδρου Βησᾶ
πυροῦ καθαροῦ ἀρτάβας δύο ἥμισυ τρίτον
ἀρτάβας β 𐅵 γ. Σουχιδᾶς σεσημείωμαι.
καὶ διὰ Ὡρίωνος Οὐαλερίου εἰς τὸ αὐτὸ πλοῖον ἀρτάβας
δύο ἥμισυ τρίτον ἀρτάβας β 𐅵 γ μόνας. Σουχιδᾶς σεσημείωμαι.
[r,10]
κατέβαλεν Ἀιῶν Σαραπίωνος ὑπὲρ
ἐνάτης ἰνδικτίονος δοθέντα ἡμῖν
ὑπὲρ λοιπάδων χρυσίου νομισμάτιον α ἀρτάβας η μόνας.
Ἀμῶνις σεσημείωμαι.
Φαῶφι κα. κωμητῶν Καρανίδος διὰ Οὐαλερίου
Ἀντιουρίου Αὐρηλίοις Ἀτισίῳ καὶ Σαβίνῳ ὑποδέκταις
ὅρμου Λευκογίου πυροῦ ἀρτάβας ἓξ ἀρτάβας ϛ μόνας.
Φαῶφι κβ. κωμητῶν Καρανίδος διὰ Ἡρᾶ Σαραπίωνος
Ἀτισίῳ καὶ Σαβίνῳ ὑποδέκταις ὅρμου Λευκογίου[…]
ιε ἰνδικτίωνος πυροῦ ἀρτάβας δύο ἥμισυ
τρίτον δωδέκατον ἀρτάβας β 𐅵 γ ιβ μόνας.
[v,1]
ἀποχῶν σίτου ιγ ἰνδικτίονος ἐν ὅρμῳ Λευκογίου
α ἀποχὴ ἀρτάβας νε 𐅷. ἄλλη ἀρτάβας κα 𐅷.
ἄλλη ἀρτάβας ιη ϛ. ἄλλη ἀποχὴ ἀρτάβας ιβ ϛ.
γίνονται ἀρτάβας ρζ 𐅵 ϛ.
ζ
ἀποχὴ ιδ ἰνδικτίονος ὑποδεκτῶν πόλεως ἀρτάβας ξα γ ιβ.
ἄλλη ἀποχὴ ἀρτάβας ϛ. ἄλλη ἀποχὴ ἀρτάβας ϛ. γίνονται ἀρτάβας πβ 𐅵
ὅρμῳ Λευκογίου ἀρτάβας γ. ἄλλη ἀποχὴ ἀρτάβας ϛ ιβ.
χωρὶς ἑτέρων ἀποχῶν μὴ ἐπιφερομένων τῶν προκειμένων
τῷ πλοίῳ ἀρτάβας γ.
[v,2]
κατέβαλεν Ἀιῶν Σαραπίωνος
διὰ Κεφᾶ μερισμοῦ λίνου ὑπὲρ
λόγου σίτου ἐκτιμήσεως τάλαντα Γ δραχμὰς φ.
πι Ὅλ καὶ Πτολεμαίου.
[v,3]
Χοίακ γ. κωμητῶν Καρανίδος ἐν Λευκογίῳ
Ἀιῶν Σαραπίωνος κριθῶν ῥυπαρῶν ἀρτάβας ε.
χειρόγραφον σίτου θ ἰνδικτίονος Αὐσονίου Νεμεσίνου
διὰ Καλωσίρεως υἱοῦ βουλευτοῦ ἐπιμελητοῦ
σίτου ἀποστελλομένου ἐν Ἀλεξανδρίᾳ
μηνὶ Μεχεὶρ κα τῆς θ ἰνδικτίονος
κωμητῶν Καρανίδος διὰ Κυρίλλου
Ἀρηνᾶ σίτου θ ἀρτάβας υ μόνας.
[v,4]
χειρόγραφον κριθῶν ιβ ἰνδικτίονος. Θεόδωρος Γεροντίου
βουλευτὴς ἐπιμελητὴς ἀρτοποιίας μηνὶ Φαῶφι λ
τῆς ιβ ἰνδικτίονος
κωμητῶν Καρανίδος διὰ Οὐαλερίου Ἀντιουρίου ἀρτάβας ιζ 𐅸 μόνας.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.