no image
DDbDP-text
Extract from Βιβλιοθήκη Ἐγκτήσεων via HGV-meta
Linked by Trismegistos ID
TM 78604.
Each record below describes this same artifact or text from a different angle.
ἔκλημψις ἐκ τῆς τῶν ἐγκτήσεωνἐνκτησεων τοῦ ὈξυρυγχίτουὈξυρυγχείτου βιβλιοθήκης, χρηματισμῶν ἀγορανομικῶν, μέσης τοπαρχίας. ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Μεχεὶρ β, ἐν κώμῃ Νεμέρων. ἐδάνεισεν Πανεμγεῦςπαεμγευς Πετσειρίωνος τοῦ Κουῶτος μητρὸς ἀπὸ κώμης Σέσθα τῆς κάτω τοπαρχίας τοῦ καταγινόμενος ἐν τῇ προκειμένῃ κώμῃ Νεμέρων τῷ ἑαυτοῦ υἱῷ Ἀπολλωνίῳ μητρὸῳ ώνιος τῆς Ἀπολλωνίου Πέρσῃ τῆς ἐπιγονῆς ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς πεντακοσίας, γίνονται δραχμαὶ φ κεφαλαίου αἷς οὐδὲν τῷ καθόλου προσῆκται, ἃς ἀποδό τω ὁ προκείμενος Ἀπολλώνιος τῷ πατρὶ Πανεμγεῖ τῇ λ τοῦ Φαμενὼθ μηνὸς Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ χωρὶς πάσης ὑπερθέσεως. ἐὰν δὲ μὴ ἀποδῶι καθὰ γέγραπται, ἀποτει σάτω ὁ Ἀπολλώνιος τῷ πατρὶ Πανεμγεῖ τὸ προκείμενον κεφάλαιον μεθʼ ἡμιολίας σὺν τοῖς τοῦ ὑπερπεσόντος χρόνου καθή κουσι τόκοις, οὔσης αὐτῷ τῆς πράξεως ἔκ τε τοῦ δεδανεισ μένου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκἐγ δίκης. Πανεμγεῦς ὡς ἐτῶν ο οὐλὴ ῥινὶῥεινὶ μέσῃ. Ἀπολλῶς οὐλὴ ἀντικνημίῳ ἀριστερῶι. ὁ γράψας Λες ὡς ἐτῶν κε ἄσημος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.